1Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ⸋Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ ὁ οὐρανός. 3Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. ⸋Ὑποκριταί,⸌ τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;⸌ 4Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ ⸋τοῦ προφήτου.⸌ Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθεν.
5Καὶ ἐλθόντες οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. 6Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 7Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. 8Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν ⸋αὐτοῖς,⸌ Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ⸂ἐλάβετε;⸃ 9Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; 10Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; 11Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ⸂ἄρτου⸃ εἶπον ὑμῖν ⸂2προσέχειν⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης ⸂τοῦ ἄρτου,⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, Τίνα ⸋με⸌ λέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; 14Οἱ δὲ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἢ ἕνα τῶν προφητῶν. 15Λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 ⸂Καὶ ἀποκριθεὶς⸃ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19 ⸋Καὶ⸌ δώσω σοὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ⸂ἐὰν⸃ δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ⸂2ἐὰν⸃ λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20Τότε ⸂διεστείλατο⸃ τοῖς μαθηταῖς ⸋αὐτοῦ⸌ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ⸂2Ἰησοῦς ὁ χριστός.⸃
21Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦς⸃ δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ⸉ἀπελθεῖν εἰς Ἱεροσόλυμα,⸊ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων, Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν ⸂μου εἶ·⸃ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 25Ὃς γὰρ ⸂ἂν⸃ θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν· 26τί γὰρ ⸂ὠφελεῖται⸃ ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28Ἀμὴν λέγω ὑμῖν, ⸆ εἰσίν τινες ⸂ὧδε ἑστῶτες,⸃ οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Notes


*16:2 ⸋ Ὀψίας γενομένης … οὐ δύνασθε; RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV SBL

*16:3 ⸋ Ὑποκριταί RP f 35 TR ¦ – TNT2 ⟦WH⟧ NA NIV SBL

*16:4 ⸋ τοῦ προφήτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:5 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:8 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:8 ⸂ ἐλάβετε RP f 35 TR TNT2 SBL ¦ ἔχετε WH NA NIV

*16:11 ⸂ ἄρτου RP f 35 TR ¦ ἄρτων TNT2 WH NA NIV SBL

*16:11 ⸂2 προσέχειν RP f 35 TR ¦ προσέχετε δὲ TNT2 WH NA NIV SBL

*16:12 ⸂ τοῦ ἄρτου RP f 35 TR ¦ τῶν ἄρτων TNT2 WH NA NIV SBL

*16:13 ⸋ με RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:17 ⸂ Καὶ ἀποκριθεὶς RP f 35 TR ¦ Ἀποκριθεὶς δὲ TNT2 WH NA NIV SBL

*16:19 ⸋ Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*16:19 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2

*16:19 ⸂2 ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2

*16:20 ⸂ διεστείλατο RP f 35 TR TNT2 NA27+28 NIV11 SBL ¦ ἐπετίμησεν WH NA25 NIV73

*16:20 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*16:20 ⸂2 Ἰησοῦς ὁ χριστός RP TR ¦ ὁ χριστός f 35 TNT2 WH NA NIV SBL

*16:21 ⸂ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἰησοῦς χριστὸς WH NA25

*16:21 ⸉ ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP f 35 TR ¦ εἰς Ἱεροσόλυμα ἀπελθεῖν TNT2 WH NA NIV SBL

*16:23 ⸂ μου εἶ RP f 35 TR ¦ εἶ ἐμοῦ TNT2 WH NA NIV SBL

*16:25 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL

*16:26 ⸂ ὠφελεῖται RP f 35 TR ¦ ὠφεληθήσεται TNT2 WH NA NIV SBL

*16:28 ⸆ – RP f 35 TR TNT2 ¦ ὅτι WH NA NIV SBL

*16:28 ⸂ ὧδε ἑστῶτες RP f 35 ¦ τῶν ὧδε ἑστηκότων TR ¦ τῶν ὧδε ἑστώτων TNT2 WH NA NIV SBL