20
1Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 ⸂Καὶ συμφωνήσας⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3Καὶ ἐξελθὼν περὶ ⸆ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. 5Οἱ δὲ ἀπῆλθον. Πάλιν ⸆ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. 6Περὶ δὲ τὴν ἑνδεκάτην ⸋ὥραν⸌ ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας ⸋2ἀργούς,⸌ καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ⸋καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.⸌ 8Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος ⸋αὐτοῖς⸌ τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 ⸂Καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 ⸂Ἐλθόντες δὲ⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸂2πλείονα⸃ λήψονται· καὶ ἔλαβον ⸂3καὶ αὐτοὶ ἀνὰ δηνάριον.⸃ 11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12λέγοντες ⸋ὅτι⸌ Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸉ἡμῖν αὐτοὺς⸊ ἐποίησας, τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13Ὁ δὲ ἀποκριθεὶς ⸉εἶπεν ἑνὶ αὐτῶν,⸊ Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15 ⸋Ἢ⸌ οὐκ ἔξεστίν μοι ⸉ποιῆσαι ὃ θέλω⸊ ἐν τοῖς ἐμοῖς; ⸂Εἰ⸃ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; 16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· ⸋πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.⸌ 17 ⸂Καὶ ἀναβαίνων⸃ ⸋ὁ⸌ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸋2μαθητὰς⸌ κατ᾽ ἰδίαν ⸂2ἐν τῇ ὁδῷ, καὶ⸃ εἶπεν αὐτοῖς, 18Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν· καὶ κατακρινοῦσιν αὐτὸν ⸂θανάτῳ,⸃ 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸂ἀναστήσεται.⸃
20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸂παρ᾽⸃ αὐτοῦ. 21Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν ⸋σου,⸌ καὶ εἷς ἐξ εὐωνύμων ⸋2σου,⸌ ἐν τῇ βασιλείᾳ σου. 22 ⸉Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,⸊ Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ⸂ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;⸃ Λέγουσιν αὐτῷ, Δυνάμεθα. 23 ⸋Καὶ⸌ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, ⸋2καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·⸌ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων ⸋3μου,⸌ οὐκ ἔστιν ἐμὸν ⸆ δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26Οὐχ οὕτως ⸋δὲ⸌ ⸂ἔσται⸃ ⸋2ἐν⸌ ὑμῖν· ἀλλ᾽ ὃς ⸂2ἐὰν⸃ θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ⸂3ἔσται⸃ ὑμῶν διάκονος· 27καὶ ὃς ⸂ἐὰν⸃ θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸂2ἔστω⸃ ὑμῶν δοῦλος· 28ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, ⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ ⸂υἱὸς⸃ Δαυίδ. 31Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, ⸉Ἐλέησον ἡμᾶς, κύριε,⸊ ⸂υἱὸς⸃ Δαυίδ. 32Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπεν, Τί θέλετε ποιήσω ὑμῖν; 33Λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. 34Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸂ὀφθαλμῶν⸃ αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν ⸋αὐτῶν οἱ ὀφθαλμοί,⸌ καὶ ἠκολούθησαν αὐτῷ.
Notes
*20:2
⸂ Καὶ συμφωνήσας RP f 35 ¦ Συμφωνήσας δὲ TR TNT2 WH NA NIV SBL
*20:3
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τήν TR
*20:5
⸆ – RP f 35 TR NIV SBL ¦ δὲ TNT2 WH NA
*20:6
⸋ ὥραν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:6
⸋2 ἀργούς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:7
⸋ καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:8
⸋ αὐτοῖς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*20:9
⸂ Καὶ ἐλθόντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἐλθόντες δὲ WH NA25
*20:10
⸂ Ἐλθόντες δὲ RP f 35 TR ¦ Καὶ ἐλθόντες TNT2 WH NA NIV SBL
*20:10
⸂2 πλείονα RP f 35 TR ¦ πλεῖον TNT2 WH NA NIV SBL
*20:10
⸂3 καὶ αὐτοὶ ἀνὰ δηνάριον RP f 35 TR ¦ τὸ ἀνὰ δηνάριον καὶ αὐτοί TNT2 WH NA NIV73 SBL ¦ ἀνὰ δηνάριον καὶ αὐτοί NIV11
*20:12
⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:12
⸉ ἡμῖν αὐτοὺς RP f 35 TR TNT2 NA27+28 NIV ¦ αὐτοὺς ἡμῖν WH NA25 SBL
*20:13
⸉ εἶπεν ἑνὶ αὐτῶν RP f 35 TR TNT2 ¦ ἑνὶ αὐτῶν εἶπεν WH NA NIV SBL
*20:15
⸋ Ἢ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
*20:15
⸉ ποιῆσαι ὃ θέλω RP f 35 TR ¦ ὃ θέλω ποιῆσαι TNT2 WH NA NIV SBL
*20:15
⸂ Εἰ RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL
*20:16
⸋ πολλοὶ … ἐκλεκτοί. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*20:17
⸂ Καὶ ἀναβαίνων RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Μέλλων δὲ ἀναβαίνειν WH NA25
*20:17
⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*20:17
⸋2 μαθητὰς RP f 35 TR WH NA27+28 NIV73 SBL ¦ – TNT2 NA25 NIV11
*20:17
⸂2 ἐν τῇ ὁδῷ καὶ RP f 35 TR ¦ καὶ ἐν τῇ ὁδῷ TNT2 WH NA NIV11 SBL ¦ καὶ NIV73
*20:18
⸂ θανάτῳ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εἰς θάνατον NA25
*20:19
⸂ ἀναστήσεται RP f 35 TR ¦ ἐγερθήσεται TNT2 WH NA NIV SBL
*20:20
⸂ παρ᾽ RP f 35 TR SBL ¦ ἀπ᾽ TNT2 WH NA NIV
*20:21
⸋ σου RP f 35 TNT2 NA27+28 NIV SBL ¦ – TR WH NA25
*20:21
⸋2 σου RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*20:22
⸉ Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἀποκριθεὶς ὁ δὲ Ἰησοῦς εἶπεν TR
*20:22
⸂ ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP f 35 ¦ καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι TR ¦ – TNT2 WH NA NIV SBL
*20:23
⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:23
⸋2 καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:23
⸋3 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:23
⸆ – RP f 35 TR TNT2 WH NIV SBL ¦ τοῦτο NA
*20:26
⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:26
⸂ ἔσται RP f 35 TR NA27+28 NIV SBL ¦ ἐστὶν TNT2 WH NA25
*20:26
⸋2 ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*20:26
⸂2 ἐὰν RP f 35 TR NA NIV ¦ ἂν TNT2 WH SBL
*20:26
⸂3 ἔσται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔστω TR
*20:27
⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL
*20:27
⸂2 ἔστω RP TR ¦ ἔσται f 35 TNT2 WH NA NIV SBL
*20:30
⸉ Ἐλέησον ἡμᾶς, κύριε RP f 35 TR NA27+28 NIV11 ¦ Κύριε, ἐλέησον ἡμᾶς TNT2 WH NA25 NIV73 SBL
*20:30
⸂ υἱὸς RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ υἱὲ NIV73
*20:31
⸉ Ἐλέησον ἡμᾶς, κύριε RP f 35 TR NA27+28 NIV11 ¦ Κύριε, ἐλέησον ἡμᾶς TNT2 WH NA25 NIV73 SBL
*20:31
⸂ υἱὸς RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ υἱὲ NIV73
*20:34
⸂ ὀφθαλμῶν RP f 35 TR ¦ ὀμμάτων TNT2 WH NA NIV SBL
*20:34
⸋ αὐτῶν οἱ ὀφθαλμοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL