1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθσφαγὴ ⸂πρὸς⸃ τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ⸋ὁ⸌ Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, 2λέγων αὐτοῖς, ⸂Πορεύθητε⸃ εἰς τὴν κώμην τὴν ⸂2ἀπέναντι⸃ ὑμῶν, καὶ ⸂3εὐθέως⸃ εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ⸂4ἀγάγετέ⸃ μοι. 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸂εὐθέως⸃ δὲ ⸂2ἀποστέλλει⸃ αὐτούς. 4Τοῦτο δὲ ⸋ὅλον⸌ γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος, 5Εἴπατε τῇ θυγατρὶ Σιών, Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸆ πῶλον υἱὸν ὑποζυγίου. 6Πορευθέντες δὲ οἱ μαθηταί, καὶ ποιήσαντες καθὼς ⸂προσέταξεν⸃ αὐτοῖς ὁ Ἰησοῦς, 7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸂ἐπάνω⸃ αὐτῶν τὰ ἱμάτια ⸋αὐτῶν,⸌ καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. 8Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ⸂ἑαυτῶν⸃ τὰ ἱμάτια ἐν τῇ ὁδῷ· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. 9Οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸆ καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, Τίς ἐστιν οὗτος; 11Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν ⸉Ἰησοῦς ὁ προφήτης,⸊ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.
12Καὶ εἰσῆλθεν ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸ ἱερὸν ⸋2τοῦ θεοῦ,⸌ καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. 13Καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ⸂ἐποιήσατε⸃ σπήλαιον λῃστῶν. 14Καὶ προσῆλθον αὐτῷ ⸉χωλοὶ καὶ τυφλοὶ⸊ ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν αὐτούς. 15Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν, καὶ τοὺς παῖδας ⸆ κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν, 16καὶ εἶπον αὐτῷ, Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; 17Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
18 ⸂Πρωΐας⸃ δὲ ⸂2ἐπανάγων⸃ εἰς τὴν πόλιν, ἐπείνασεν· 19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ, ⸆ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 21Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. 22Καὶ πάντα ὅσα ⸂ἐὰν⸃ αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε.
23Καὶ ⸂ἐλθόντι αὐτῷ⸃ εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25Τὸ βάπτισμα ⸆ Ἰωάννου πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο ⸂παρ᾽⸃ ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ⸉ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην.⸊ 27Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 28Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος ⸆ εἶχεν τέκνα δύο, ⸋καὶ⸌ προσελθὼν τῷ πρώτῳ εἶπεν, Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί ⸋2μου.⸌ 29 ⸂Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθεν.⸃ 30 ⸂Καὶ προσελθὼν⸃ τῷ ⸂2ἑτέρῳ⸃ εἶπεν ὡσαύτως. ⸂3Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.⸃ 31Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; Λέγουσιν ⸋αὐτῷ,⸌ Ὁ ⸂πρῶτος.⸃ Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32Ἦλθεν γὰρ ⸉πρὸς ὑμᾶς Ἰωάννης⸊ ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸂οὐ⸃ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
33Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός ⸋τις⸌ ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν, καὶ ὤρυξεν ἐν αὐτῷ ληνόν, καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ· 35καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, Ἐντραπήσονται τὸν υἱόν μου. 38Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ⸂κατάσχωμεν⸃ τὴν κληρονομίαν αὐτοῦ. 39Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41Λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν. 45Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. 46Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπειδὴ ὡς⸃ προφήτην αὐτὸν εἶχον.

Notes


*21:1 ⸂ πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL

*21:1 ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*21:2 ⸂ Πορεύθητε RP f 35 TR ¦ Πορεύεσθε TNT2 WH NA NIV SBL

*21:2 ⸂2 ἀπέναντι RP f 35 TR ¦ κατέναντι TNT2 WH NA NIV SBL

*21:2 ⸂3 εὐθέως RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ εὐθὺς WH NA25

*21:2 ⸂4 ἀγάγετέ RP f 35 TR WH NA NIV SBL ¦ ἄγετέ TNT2

*21:3 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*21:3 ⸂2 ἀποστέλλει RP f 35 ¦ ἀποστελεῖ TR TNT2 WH NA NIV SBL

*21:4 ⸋ ὅλον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:5 ⸆ – RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL

*21:6 ⸂ προσέταξεν RP f 35 TR ¦ συνέταξεν TNT2 WH NA NIV SBL

*21:7 ⸂ ἐπάνω RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL

*21:7 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:8 ⸂ ἑαυτῶν RP TR TNT2 WH NA NIV SBL ¦ αὐτῶν f 35

*21:9 ⸆ – RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL

*21:11 ⸉ Ἰησοῦς ὁ προφήτης RP f 35 TR ¦ ὁ προφήτης Ἰησοῦς TNT2 WH NA NIV SBL

*21:12 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:12 ⸋2 τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:13 ⸂ ἐποιήσατε RP f 35 TR ¦ ποιεῖτε TNT2 WH NA NIV SBL

*21:14 ⸉ χωλοὶ καὶ τυφλοὶ RP f 35 ¦ τυφλοὶ καὶ χωλοὶ TR TNT2 WH NA NIV SBL

*21:15 ⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL

*21:18 ⸂ Πρωΐας RP f 35 TR ¦ Πρωΐ TNT2 WH NA NIV SBL

*21:18 ⸂2 ἐπανάγων RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐπαναγαγὼν WH NA25

*21:19 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Οὐ WH NA25

*21:22 ⸂ ἐὰν RP f 35 TNT2 ¦ ἂν TR WH NA NIV SBL

*21:23 ⸂ ἐλθόντι αὐτῷ RP f 35 TR ¦ ἐλθόντος αὐτοῦ TNT2 WH NA NIV SBL

*21:25 ⸆ – RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL

*21:25 ⸂ παρ᾽ RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL

*21:26 ⸉ ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP f 35 ¦ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην TR ¦ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην TNT2 NA NIV SBL ¦ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάνην WH

*21:28 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τις f 35

*21:28 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL

*21:28 ⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:29 ⸂ Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθεν. RP f 35 TNT2 NA27+28 NIV SBL ¦ Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθε. TR ¦ Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. WH NA25

*21:30 ⸂ Καὶ προσελθὼν RP f 35 TR ¦ Προσελθὼν δὲ TNT2 WH NA NIV SBL

*21:30 ⸂2 ετέρῳ f 35 NA27+28 NIV ¦ δευτέρῳ RP TR TNT2 WH NA25 SBL

*21:30 ⸂3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. RP f 35 TNT2 NA27+28 NIV SBL ¦ Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. TR ¦ Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον μεταμεληθείς, ἀπῆλθεν. WH NA25

*21:31 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:31 ⸂ πρῶτος RP f 35 TR NA27+28 NIV SBL ¦ ὕστερος TNT2 WH NA25

*21:32 ⸉ πρὸς ὑμᾶς Ἰωάννης RP f 35 TR ¦ Ἰωάννης πρὸς ὑμᾶς TNT2 NA NIV SBL ¦ Ἰωάνης πρὸς ὑμᾶς WH

*21:32 ⸂ οὐ RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL

*21:33 ⸋ τις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:38 ⸂ κατάσχωμεν RP f 35 TR ¦ σχῶμεν TNT2 WH NA NIV SBL

*21:46 ⸂ ἐπειδὴ ὡς RP f 35 TR ¦ ἐπεὶ εἰς TNT2 WH NA NIV SBL