2
1Καὶ ⸂εἰσῆλθεν πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν· καὶ ἠκούσθη⸃ ὅτι ⸂2εἰς οἶκόν⸃ ἐστιν. 2Καὶ ⸋εὐθέως⸌ συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3Καὶ ἔρχονται ⸉πρὸς αὐτόν, παραλυτικὸν φέροντες,⸊ αἰρόμενον ὑπὸ τεσσάρων. 4Καὶ μὴ δυνάμενοι ⸂προσεγγίσαι⸃ αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον ⸂2ἐφ᾽ ᾧ⸃ ὁ παραλυτικὸς κατέκειτο. 5 ⸂Ἰδὼν δὲ⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ⸂2ἀφέωνταί⸃ ⸋σοι⸌ ⸉αἱ ἁμαρτίαι σου.⸊ 6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7 ⸂Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;⸃ Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ θεός; 8Καὶ ⸂εὐθέως⸃ ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως ⸋αὐτοὶ⸌ διαλογίζονται ἐν ἑαυτοῖς, ⸂2εἶπεν⸃ αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ⸂Ἀφέωνταί⸃ ⸂2σου⸃ αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ⸂3Ἔγειραι,⸃ καὶ ἆρόν ⸉σου τὸν κράββατον,⸊ καὶ περιπάτει; 10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸉ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—⸊ λέγει τῷ παραλυτικῷ— 11Σοὶ λέγω, ⸂ἔγειραι⸃ ⸋καὶ⸌ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12Καὶ ἠγέρθη ⸂εὐθέως, καὶ⸃ ἄρας τὸν κράββατον, ἐξῆλθεν ⸂2ἐναντίον⸃ πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι ⸉Οὐδέποτε οὕτως⸊ εἴδομεν.
13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14Καὶ παράγων εἶδεν Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15Καὶ ⸂ἐγένετο⸃ ⸋ἐν τῷ⸌ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ⸂2ἠκολούθησαν⸃ αὐτῷ. 16Καὶ οἱ γραμματεῖς ⸂καὶ οἱ Φαρισαῖοι,⸃ ⸆ ⸂2ἰδόντες αὐτὸν ἐσθίοντα⸃ μετὰ τῶν ⸉τελωνῶν καὶ ἁμαρτωλῶν,⸊ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ⸋Τί⸌ ὅτι μετὰ τῶν ⸂3τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ἐσθίει ⸋2καὶ πίνει;⸌ 17Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, ⸆ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς ⸋εἰς μετάνοιαν.⸌
18Καὶ ἦσαν ⸂οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων⸃ νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸆ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον ⸉μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον,⸊ οὐ δύνανται νηστεύειν· 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείναις ταῖς ἡμέραις.⸃ 21 ⸋Καὶ⸌ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ⸂ἱματίῳ παλαιῷ·⸃ εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸆ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήσσει⸃ ὁ οἶνος ⸋ὁ νέος⸌ τοὺς ἀσκούς, ⸂2καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·⸃ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸋2βλητέον.⸌
23Καὶ ἐγένετο ⸂παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν⸃ διὰ τῶν σπορίμων, καὶ ⸉ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ⸊ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ⸋ἐν⸌ τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25Καὶ ⸋αὐτὸς⸌ ⸂ἔλεγεν⸃ αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; 26 ⸋Πῶς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ⸆ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοῖς ἱερεῦσιν,⸃ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, ⸆ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Notes
*2:1
⸂ εἰσῆλθεν πάλιν … καὶ ἠκούσθη RP f 35 ¦ πάλιν εἰσῆλθεν … καὶ ἠκούσθη TR ¦ εἰσελθὼν πάλιν … ἠκούσθη TNT2 WH NA NIV SBL
*2:1
⸂2 εἰς οἶκόν RP f 35 TR ¦ ἐν οἴκῳ TNT2 WH NA NIV SBL
*2:2
⸋ εὐθέως RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*2:3
⸉ πρὸς αὐτόν, παραλυτικὸν φέροντες RP f 35 TR ¦ πρὸς αὐτόν, φέροντες παραλυτικὸν TNT2 ¦ φέροντες πρὸς αὐτόν παραλυτικὸν WH NA NIV SBL
*2:4
⸂ προσεγγίσαι RP f 35 TR TNT2 ¦ προσενέγκαι WH NA NIV SBL
*2:4
⸂2 ἐφ᾽ ᾧ RP f 35 TR ¦ ὅπου TNT2 WH NA NIV SBL
*2:5
⸂ ἰδὼν δὲ RP f 35 TR TNT2 ¦ καὶ ἰδὼν WH NA NIV SBL
*2:5
⸂2 ἀφέωνταί RP f 35 TR ¦ ἀφίενταί TNT2 WH NA NIV SBL
*2:5
⸋ σοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:5
⸉ αἱ ἁμαρτίαι σου RP f 35 TR ¦ σου αἱ ἁμαρτίαι TNT2 WH NA NIV SBL
*2:7
⸂ Τί οὗτος οὕτως λαλεῖ βλασφημίας; RP f 35 ¦ Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; TR ¦ Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· TNT2 NA NIV SBL ¦ Τί οὗτος οὕτω λαλεῖ; βλασφημεῖ· WH
*2:8
⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
*2:8
⸋ αὐτοὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*2:8
⸂2 εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL
*2:9
⸂ Ἀφέωνταί RP f 35 TR ¦ Ἀφίενταί TNT2 WH NA NIV SBL
*2:9
⸂2 σου RP f 35 TNT2 WH NA NIV SBL ¦ σοί TR
*2:9
⸂3 Ἔγειραι RP f 35 TR ¦ Ἐγείρου TNT2 WH ¦ Ἔγειρε NA NIV SBL
*2:9
⸉ σου τὸν κράββατον RP TR ¦ τὸν κράββατον σου f 35 ¦ τὸν κράβαττόν σου TNT2 WH NA27+28 NIV SBL ¦ τὸν κράβατόν σου NA25
*2:10
⸉ ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP TR ¦ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας f 35 TNT2 SBL ¦ ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NA NIV
*2:11
⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL
*2:11
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:12
⸂ εὐθέως, καὶ RP f 35 TR ¦ καὶ εὐθὺς TNT2 WH NA NIV SBL
*2:12
⸂2 ἐναντίον RP f 35 TR TNT2 ¦ ἔμπροσθεν WH NA NIV SBL
*2:12
⸉ Οὐδέποτε οὕτως RP f 35 TR ¦ Οὕτως οὐδέποτε TNT2 WH NA NIV SBL
*2:15
⸂ ἐγένετο RP f 35 TR ¦ γίνεται TNT2 WH NA NIV SBL
*2:15
⸋ ἐν τῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*2:15
⸂2 ἠκολούθησαν RP f 35 TR ¦ ἠκολούθουν TNT2 WH NA NIV SBL
*2:16
⸂ καὶ οἱ Φαρισαῖοι RP f 35 TR ¦ τῶν Φαρισαίων TNT2 WH NA NIV SBL
*2:16
⸆ – RP f 35 TR WH NA NIV SBL ¦ καὶ TNT2
*2:16
⸂2 ἰδόντες αὐτὸν ἐσθίοντα RP f 35 TR ¦ ἰδόντες ὅτι ἤσθιεν TNT2 ¦ ἰδόντες ὅτι ἐσθίει WH NA NIV SBL
*2:16
⸉ τελωνῶν καὶ ἁμαρτωλῶν RP f 35 TR ¦ ἁμαρτωλῶν καὶ τελωνῶν TNT2 WH NA NIV SBL
*2:16
⸋ Τί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:16
⸂3 τελωνῶν καὶ ἁμαρτωλῶν RP f 35 TR WH NA NIV SBL ¦ ἁμαρτωλῶν καὶ τῶν τελωνῶν TNT2
*2:16
⸋2 καὶ πίνει RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*2:17
⸆ – RP f 35 TR TNT2 NIV11 ¦ ὅτι WH NA NIV73 SBL
*2:17
⸋ εἰς μετάνοιαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:18
⸂ οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων RP f 35 TR ¦ οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι TNT2 NA NIV SBL ¦ οἱ μαθηταὶ Ἰωάνου καὶ οἱ Φαρισαῖοι WH
*2:18
⸆ – RP f 35 TR ¦ μαθηταὶ TNT2 WH NA NIV SBL
*2:19
⸉ μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP f 35 ¦ μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον TR ¦ ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν TNT2 WH NA NIV SBL
*2:20
⸂ ἐκείναις ταῖς ἡμέραις RP f 35 TR ¦ ἐκείνῃ τῇ ἡμέρᾳ TNT2 WH NA NIV SBL
*2:21
⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:21
⸂ ἱματίῳ παλαιῷ RP f 35 TR ¦ ἱμάτιον παλαιόν TNT2 WH NA NIV SBL
*2:21
⸆ – RP f 35 TR TNT2 ¦ ἀπ᾽ WH NA NIV SBL
*2:22
⸂ ῥήσσει RP f 35 TR ¦ ῥήξει TNT2 WH NA NIV SBL
*2:22
⸋ ὁ νέος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:22
⸂2 καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP f 35 TR ¦ καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί TNT2 WH NA NIV SBL
*2:22
⸋2 βλητέον RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*2:23
⸂ παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν RP f 35 ¦ παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι TR ¦ αὐτὸν ἐν τοῖς σάββασιν διαπορεύεσθαι TNT2 WH ¦ αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι NA NIV SBL
*2:23
⸉ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP f 35 TR ¦ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο TNT2 WH NA NIV SBL
*2:24
⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:25
⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:25
⸂ ἔλεγεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL
*2:26
⸋ Πῶς RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73
*2:26
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
*2:26
⸂ τοῖς ἱερεῦσιν RP f 35 TNT2 ¦ τοῖς ἱερεῦσι TR ¦ τοὺς ἱερεῖς WH NA NIV SBL
*2:27
⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL