1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ⸆ κοιναῖς χερσίν, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ⸂ἐσθίοντας⸃ ⸆2 ἄρτους ⸋ἐμέμψαντο.⸌ 3Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4καὶ ἀπὸ ἀγορᾶς, ⸆ ἐὰν μὴ ⸂βαπτίσωνται,⸃ οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ⸋καὶ κλινῶν.⸌ 5 ⸂Ἔπειτα⸃ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί ⸉οἱ μαθηταί σου οὐ περιπατοῦσιν⸊ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ⸂2ἀνίπτοις⸃ χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6Ὁ δὲ ⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς ⸋2ὅτι⸌ Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, ⸆ Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. 7Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 8Ἀφέντες ⸋γὰρ⸌ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, ⸋2βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.⸌ 9Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ⸂τηρήσητε.⸃ 10Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12 ⸋καὶ⸌ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι ⸂τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,⸃ 13ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14Καὶ προσκαλεσάμενος ⸂πάντα⸃ τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, ⸂2Ἀκούετέ μου πάντες, καὶ συνίετε.⸃ 15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται ⸉αὐτὸν κοινῶσαι·⸊ ἀλλὰ τὰ ⸂ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ,⸃ ⸋ἐκεῖνά⸌ ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 ⸋Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.⸌ 17Καὶ ὅτε εἰσῆλθεν εἰς ⸆ οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ ⸂περὶ τῆς παραβολῆς.⸃ 18Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν· καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, ⸂καθαρίζον⸃ πάντα τὰ βρώματα.
20Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸉μοιχεῖαι, πορνεῖαι, φόνοι, 22κλοπαί,⸊ πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 ⸂Καὶ ἐκεῖθεν⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ⸂2μεθόρια⸃ Τύρου ⸋καὶ Σιδῶνος.⸌ Καὶ εἰσελθὼν εἰς ⸆ οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ⸂3ἠδυνήθη⸃ λαθεῖν. 25 ⸂Ἀκούσασα γὰρ⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 ⸉ἦν δὲ ἡ γυνὴ⸊ Ἑλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ⸂ἐκβάλῃ⸃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 ⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸂2εἶπεν⸃ αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ ⸉καλόν ἐστιν⸊ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ⸉2βαλεῖν τοῖς κυναρίοις.⸊ 28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, ⸋Ναί,⸌ κύριε· καὶ ⸋2γὰρ⸌ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ⸂ἐσθίει⸃ ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν ⸉τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.⸊ 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν ⸂τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.⸃
31Καὶ πάλιν ⸂ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν⸃ ⸂2πρὸς⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32Καὶ φέρουσιν αὐτῷ κωφὸν ⸆ μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι. 35Καὶ ⸋εὐθέως⸌ ⸂διηνοίχθησαν⸃ αὐτοῦ αἱ ἀκοαί· καὶ ⸆ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂εἴπωσιν·⸃ ὅσον δὲ ⸋αὐτὸς⸌ αὐτοῖς διεστέλλετο, ⸆ μᾶλλον περισσότερον ἐκήρυσσον. 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ ⸋τοὺς⸌ ἀλάλους λαλεῖν.

Notes


*7:2 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL

*7:2 ⸂ ἐσθίοντας RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL

*7:2 ⸆2 – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL

*7:2 ⸋ ἐμέμψαντο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:4 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ ὅταν ἔλθωσιν NIV73

*7:4 ⸂ βαπτίσωνται RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ῥαντίσωνται WH NA25

*7:4 ⸋ καὶ κλινῶν RP f 35 TR TNT2 NA27+28 SBL ¦ – WH NA25 NIV

*7:5 ⸂ Ἔπειτα RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL

*7:5 ⸉ οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP f 35 ¦ οἱ μαθηταί σου οὐ περιπατοῦσι TR ¦ οὐ περιπατοῦσιν οἱ μαθηταί σου TNT2 WH NA NIV SBL

*7:5 ⸂2 ἀνίπτοις RP f 35 TR ¦ κοιναῖς TNT2 WH NA NIV SBL

*7:6 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:6 ⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:6 ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ ὅτι WH NA NIV73 SBL

*7:8 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:8 ⸋2 βαπτισμοὺς … ποιεῖτε RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:9 ⸂ τηρήσητε RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ στήσητε NA27+28

*7:12 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:12 ⸂ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ RP f 35 TR ¦ τῷ πατρὶ ἢ τῇ μητρὶ TNT2 WH NA NIV SBL

*7:14 ⸂ πάντα RP f 35 TR ¦ πάλιν TNT2 WH NA NIV SBL

*7:14 ⸂2 Ἀκούετέ … συνίετε RP f 35 TR ¦ Ἀκούσατέ … σύνετε TNT2 WH NA NIV SBL

*7:15 ⸉ αὐτὸν κοινῶσαι RP f 35 TR TNT2 ¦ κοινῶσαι αὐτόν WH NA NIV SBL

*7:15 ⸂ ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ RP f 35 TR ¦ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά TNT2 WH NA NIV SBL

*7:15 ⸋ ἐκεῖνά RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:16 ⸋ Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:17 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ τὸν NIV73

*7:17 ⸂ περὶ τῆς παραβολῆς RP f 35 TR ¦ τὴν παραβολήν TNT2 WH NA NIV SBL

*7:19 ⸂ καθαρίζον RP f 35 TR ¦ καθαρίζων TNT2 WH NA NIV SBL

*7:21 ⸉ μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί RP f 35 TR ¦ πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι TNT2 WH NA NIV SBL

*7:24 ⸂ Καὶ ἐκεῖθεν RP f 35 TR TNT2 ¦ Ἐκεῖθεν δὲ WH NA NIV SBL

*7:24 ⸂2 μεθόρια RP f 35 TR ¦ ὅρια TNT2 WH NA NIV SBL

*7:24 ⸋ καὶ Σιδῶνος RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL

*7:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR

*7:24 ⸂3 ἠδυνήθη RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἠδυνάσθη WH NA25

*7:25 ⸂ Ἀκούσασα γὰρ RP f 35 TR ¦ Ἀλλ᾽ εὐθὺς ἀκούσασα TNT2 WH NA NIV SBL

*7:26 ⸉ ἦν δὲ ἡ γυνὴ RP f 35 TR ¦ ἡ γυνὴ δὲ ἦν TNT2 ¦ ἡ δὲ γυνὴ ἦν WH NA NIV SBL

*7:26 ⸂ ἐκβάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκβάλλῃ TR

*7:27 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL

*7:27 ⸂2 εἶπεν RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL

*7:27 ⸉ καλόν ἐστιν RP f 35 SBL ¦ καλόν ἐστι TR ¦ ἐστιν καλὸν TNT2 WH NA NIV

*7:27 ⸉2 βαλεῖν τοῖς κυναρίοις RP f 35 TR ¦ τοῖς κυναρίοις βαλεῖν TNT2 WH NA NIV SBL

*7:28 ⸋ Ναί RP f 35 TR TNT2 WH NA25 NIV73 ¦ – NA27+28 NIV11 SBL

*7:28 ⸋2 γὰρ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL

*7:28 ⸂ ἐσθίει RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL

*7:29 ⸉ τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου RP f 35 TR TNT2 ¦ ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον WH NA NIV SBL

*7:30 ⸂ τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP f 35 TR ¦ τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός TNT2 WH NA NIV SBL

*7:31 ⸂ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν RP ¦ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν f 35 ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε TR ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος TNT2 WH NA NIV SBL

*7:31 ⸂2 πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL

*7:32 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*7:35 ⸋ εὐθέως RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL

*7:35 ⸂ διηνοίχθησαν RP f 35 TR ¦ ἠνοίγησαν TNT2 WH NA NIV SBL

*7:35 ⸆ – RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εὐθὺς NA25

*7:36 ⸂ εἴπωσιν RP f 35 TR ¦ λέγωσιν TNT2 WH NA NIV SBL

*7:36 ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:36 ⸆ – RP f 35 TR ¦ αὐτοὶ TNT2 WH NA NIV SBL

*7:37 ⸋ τοὺς RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL