14
1Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· 2ἔλεγον ⸂δέ,⸃ Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ⸉θόρυβος ἔσται⸊ τοῦ λαοῦ.
3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· ⸋καὶ⸌ συντρίψασα ⸂τὸ⸃ ἀλάβαστρον, κατέχεεν αὐτοῦ ⸋2κατὰ⸌ τῆς κεφαλῆς. 4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, ⸋καὶ λέγοντες,⸌ Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5Ἠδύνατο γὰρ τοῦτο ⸆ πραθῆναι ἐπάνω ⸉τριακοσίων δηναρίων,⸊ καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. 6Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο ⸂ἐν ἐμοί.⸃ 7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε ⸂αὐτοὺς⸃ ⸆ εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8Ὃ ⸂ἔσχεν⸃ ⸋αὕτη⸌ ἐποίησεν· προέλαβεν μυρίσαι ⸉μου τὸ σῶμα⸊ εἰς τὸν ἐνταφιασμόν. 9Ἀμὴν ⸋δὲ⸌ λέγω ὑμῖν, ὅπου ⸂ἐὰν⸃ κηρυχθῇ τὸ εὐαγγέλιον ⸋2τοῦτο⸌ εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10Καὶ ⸋ὁ⸌ Ἰούδας ὁ Ἰσκαριώτης, ⸆ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα ⸉παραδῷ αὐτὸν⸊ αὐτοῖς. 11Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ⸂ἀργύριον⸃ δοῦναι· καὶ ἐζήτει πῶς ⸉εὐκαίρως αὐτὸν παραδῷ.⸊
12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ⸂ἑτοιμάσωμεν⸃ ἵνα φάγῃς τὸ Πάσχα; 13Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14καὶ ὅπου ⸂ἐὰν⸃ εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμα, ⸆ ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· ⸆ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16Καὶ ἐξῆλθον οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, ⸉εἶπεν ὁ Ἰησοῦς,⸊ Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. 19 ⸋Οἱ δὲ⸌ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς, Μήτι ἐγώ; ⸋2Καὶ ἄλλος, Μήτι ἐγώ;⸌ 20Ὁ δὲ ⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς, Εἷς ⸋2ἐκ⸌ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ ⸆ τρυβλίον. 21 ⸆ Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ⸋ἦν⸌ αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ⸋ὁ Ἰησοῦς⸌ ἄρτον ⸆ εὐλογήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, Λάβετε, ⸋2φάγετε·⸌ τοῦτό ἐστιν τὸ σῶμά μου. 23Καὶ λαβὼν ⸋τὸ⸌ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς· καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου, ⸋τὸ⸌ τῆς ⸋2καινῆς⸌ διαθήκης, τὸ ⸂περὶ πολλῶν ἐκχυνόμενον.⸃ 25Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ⸋ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ·⸌ ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ ⸂διασκορπισθήσεται τὰ πρόβατα.⸃ 28 ⸂Ἀλλὰ μετὰ⸃ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, ⸉Καὶ εἰ⸊ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. 30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, ὅτι ⸋σὺ⸌ σήμερον ⸋2ἐν⸌ ⸉τῇ νυκτὶ ταύτῃ,⸊ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ⸉2ἀπαρνήσῃ με.⸊ 31Ὁ δὲ ⸂ἐκπερισσοῦ ἔλεγεν μᾶλλον,⸃ Ἐάν ⸉με δέῃ⸊ συναποθανεῖν σοι, οὐ μή σε ⸂2ἀπαρνήσωμαι.⸃ Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως ⸂προσεύξωμαι.⸃ 33Καὶ παραλαμβάνει ⸂τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην⸃ ⸂2μεθ᾽ ἑαυτοῦ,⸃ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35Καὶ ⸂προσελθὼν⸃ μικρόν, ⸂2ἔπεσεν⸃ ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα. 36Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον ⸉ἀπ᾽ ἐμοῦ τοῦτο·⸊ ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. 37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ⸂εἰσέλθητε⸃ εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 39Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40Καὶ ⸂ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν⸃ καθεύδοντας· ἦσαν γὰρ ⸉οἱ ὀφθαλμοὶ αὐτῶν⸊ ⸂2βεβαρημένοι,⸃ καὶ οὐκ ᾔδεισαν τί ⸉2αὐτῷ ἀποκριθῶσιν.⸊ 41Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε ⸆ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42Ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με ἤγγικεν.
43Καὶ ⸂εὐθέως,⸃ ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται ⸆ Ἰούδας, ⸆2 εἷς ⸋ὢν⸌ τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος ⸋2πολὺς⸌ μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν, καὶ ⸂ἀπαγάγετε⸃ ἀσφαλῶς. 45Καὶ ἐλθών, ⸂εὐθέως⸃ προσελθὼν αὐτῷ λέγει ⸋αὐτῷ,⸌ Ῥαββί, ⸋2ῥαββί·⸌ καὶ κατεφίλησεν αὐτόν. 46Οἱ δὲ ἐπέβαλον ⸂ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν,⸃ καὶ ἐκράτησαν αὐτόν. 47Εἷς δέ ⸋τις⸌ τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ⸂ὠτίον.⸃ 48Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49Καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50Καὶ ἀφέντες αὐτὸν ⸉πάντες ἔφυγον.⸊
51Καὶ ⸋εἷς⸌ ⸉τις νεανίσκος⸊ ⸂ἠκολούθησεν⸃ αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν ⸋2οἱ νεανίσκοι·⸌ 52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ⸋ἀπ᾽ αὐτῶν.⸌
53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται ⸋αὐτῷ⸌ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν· καὶ οὐχ εὕρισκον. 56Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, λέγοντες 58ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς ⸆ μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; 61Ὁ δὲ ἐσιώπα, καὶ ⸂οὐδὲν ἀπεκρίνατο.⸃ Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ⸉ἐκ δεξιῶν καθήμενον⸊ τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64Ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν ⸉εἶναι ἔνοχον⸊ θανάτου. 65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν ⸉τὸ πρόσωπον αὐτοῦ,⸊ καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ⸂ἔβαλλον.⸃
66Καὶ ὄντος τοῦ Πέτρου ⸉ἐν τῇ αὐλῇ κάτω,⸊ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ ⸂μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.⸃ 68Ὁ δὲ ἠρνήσατο, λέγων, ⸂Οὐκ⸃ οἶδα, ⸂2οὐδὲ⸃ ἐπίσταμαι ⸉τί σὺ⸊ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· ⸂3καὶ ἀλέκτωρ ἐφώνησεν.⸃ 69Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ⸉πάλιν ἤρξατο⸊ λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν. 70Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, ⸋καὶ ἡ λαλιά σου ὁμοιάζει.⸌ 71Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ⸂ὀμνύναι⸃ ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72Καὶ ⸆ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος ⸂τὸ ῥῆμα ὃ⸃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα ⸉φωνῆσαι δίς,⸊ ⸉2ἀπαρνήσῃ με τρίς.⸊ Καὶ ἐπιβαλὼν ἔκλαιεν.
Notes
*14:2
⸂ δέ RP f 35 TR ¦ γάρ TNT2 WH NA NIV SBL
*14:2
⸉ θόρυβος ἔσται RP f 35 TR ¦ ἔσται θόρυβος TNT2 WH NA NIV SBL
*14:3
⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:3
⸂ τὸ RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
*14:3
⸋2 κατὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:4
⸋ καὶ λέγοντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:5
⸆ – RP f 35 TR ¦ τὸ μύρον TNT2 WH NA NIV SBL
*14:5
⸉ τριακοσίων δηναρίων RP f 35 TR ¦ δηναρίων τριακοσίων TNT2 WH NA NIV SBL
*14:6
⸂ ἐν ἐμοί RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰς ἐμέ TR
*14:7
⸂ αὐτοὺς RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL
*14:7
⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ πάντοτε WH
*14:8
⸂ ἔσχεν RP f 35 TNT2 WH NA NIV SBL ¦ εἶχεν TR
*14:8
⸋ αὕτη RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:8
⸉ μου τὸ σῶμα RP f 35 TR ¦ τὸ σῶμά μου TNT2 WH NA NIV SBL
*14:9
⸋ δὲ TNT2 WH NA NIV SBL ¦ – RP f 35 TR
*14:9
⸂ ἐὰν RP f 35 WH NA NIV SBL ¦ ἂν TR TNT2
*14:9
⸋2 τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:10
⸋ ὁ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
*14:10
⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
*14:10
⸉ παραδῷ αὐτὸν RP f 35 TR ¦ αὐτὸν παραδοῖ TNT2 WH NA NIV SBL
*14:11
⸂ ἀργύριον RP TR TNT2 WH NA NIV SBL ¦ ἀργύρια f 35
*14:11
⸉ εὐκαίρως αὐτὸν παραδῷ RP f 35 TR ¦ αὐτὸν εὐκαίρως παραδοῖ TNT2 WH NA NIV SBL
*14:12
⸂ ἑτοιμάσωμεν RP TR TNT2 WH NA NIV SBL ¦ ἑτοιμάσομεν f 35
*14:14
⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2
*14:14
⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL
*14:15
⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
*14:16
⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:18
⸉ εἶπεν ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ ὁ Ἰησοῦς εἶπεν WH NA NIV SBL
*14:19
⸋ Οἱ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:19
⸋2 Καὶ ἄλλος, Μήτι ἐγώ; RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:20
⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:20
⸋2 ἐκ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:20
⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἓν WH NA25
*14:21
⸆ – RP f 35 TR ¦ Ὅτι TNT2 WH NA NIV SBL
*14:21
⸋ ἦν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:22
⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL
*14:22
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35
*14:22
⸋2 φάγετε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:23
⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:24
⸋ τὸ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:24
⸋2 καινῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:24
⸂ περὶ πολλῶν ἐκχυνόμενον RP f 35 TR ¦ ἐκχυννόμενον ὑπὲρ πολλῶν TNT2 WH NA NIV SBL
*14:27
⸋ ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:27
⸂ διασκορπισθήσεται τὰ πρόβατα RP f 35 TR ¦ τὰ πρόβατα διασκορπισθήσονται TNT2 WH NA NIV SBL
*14:28
⸂ Ἀλλὰ μετὰ RP TR TNT2 WH NA NIV SBL ¦ Μετὰ δὲ f 35
*14:29
⸉ Καὶ εἰ RP f 35 TR ¦ Εἰ καὶ TNT2 WH NA NIV SBL
*14:30
⸋ σὺ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*14:30
⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:30
⸉ τῇ νυκτὶ ταύτῃ RP f 35 TR ¦ ταύτῃ τῇ νυκτὶ TNT2 WH NA NIV SBL
*14:30
⸉2 ἀπαρνήσῃ με RP f 35 TR ¦ με ἀπαρνήσῃ TNT2 WH NA NIV SBL
*14:31
⸂ ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP f 35 ¦ ἐκπερισσοῦ ἔλεγε μᾶλλον TR ¦ ἐκπερισσῶς ἐλάλει TNT2 WH NA NIV SBL
*14:31
⸉ με δέῃ RP f 35 TR ¦ δέῃ με TNT2 WH NA NIV SBL
*14:31
⸂2 ἀπαρνήσωμαι RP f 35 ¦ ἀπαρνήσομαι TR TNT2 WH NA NIV SBL
*14:32
⸂ προσεύξωμαι RP TR TNT2 WH NA NIV SBL ¦ προσεύξομαι f 35
*14:33
⸂ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην RP f 35 TNT2 NIV73 SBL ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην TR ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάνην WH ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην NA NIV11
*14:33
⸂2 μεθ᾽ ἑαυτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL
*14:35
⸂ προσελθὼν RP ¦ προελθὼν f 35 TR TNT2 WH NA NIV SBL
*14:35
⸂2 ἔπεσεν RP f 35 TR TNT2 ¦ ἔπιπτεν WH NA NIV SBL
*14:36
⸉ ἀπ᾽ ἐμοῦ τοῦτο RP f 35 TR ¦ τοῦτο ἀπ᾽ ἐμοῦ TNT2 WH NA NIV SBL
*14:38
⸂ εἰσέλθητε RP f 35 TR TNT2 ¦ ἔλθητε WH NA NIV SBL
*14:40
⸂ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP f 35 TR ¦ ἐλθὼν εὗρεν αὐτοὺς TNT2 ¦ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NA NIV SBL
*14:40
⸉ οἱ ὀφθαλμοὶ αὐτῶν RP f 35 TR TNT2 ¦ αὐτῶν οἱ ὀφθαλμοὶ WH NA NIV SBL
*14:40
⸂2 βεβαρημένοι RP TR ¦ καταβαρυνόμενοι f 35 TNT2 WH NA NIV SBL
*14:40
⸉2 αὐτῷ ἀποκριθῶσιν RP f 35 ¦ αὐτῷ ἀποκριθῶσι TR ¦ ἀποκριθῶσιν αὐτῷ TNT2 WH NA NIV SBL
*14:41
⸆ – RP f 35 TNT2 ¦ τὸ TR WH NA NIV SBL
*14:43
⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
*14:43
⸆ – RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ TNT2 WH NA25
*14:43
⸆2 – RP f 35 TR WH NA NIV SBL ¦ ὁ Ἰσκαριώτης TNT2
*14:43
⸋ ὢν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:43
⸋2 πολὺς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:44
⸂ ἀπαγάγετε RP f 35 TR ¦ ἀπάγετε TNT2 WH NA NIV SBL
*14:45
⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
*14:45
⸋ αὐτῷ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*14:45
⸋2 ῥαββί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:46
⸂ ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν RP f 35 TR ¦ τὰς χεῖρας αὐτῷ TNT2 WH NA NIV SBL
*14:47
⸋ τις RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
*14:47
⸂ ὠτίον RP f 35 TR ¦ ὠτάριον TNT2 WH NA NIV SBL
*14:50
⸉ πάντες ἔφυγον RP f 35 TR ¦ ἔφυγον πάντες TNT2 WH NA NIV SBL
*14:51
⸋ εἷς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:51
⸉ τις νεανίσκος RP f 35 TR ¦ νεανίσκος τις TNT2 WH NA NIV SBL
*14:51
⸂ ἠκολούθησεν RP f 35 ¦ ἠκολούθει TR ¦ συνηκολούθει TNT2 WH NA NIV SBL
*14:51
⸋2 οἱ νεανίσκοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:52
⸋ ἀπ᾽ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*14:53
⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*14:60
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR
*14:61
⸂ οὐδὲν ἀπεκρίνατο RP f 35 TR ¦ οὐκ ἀπεκρίνατο οὐδέν TNT2 WH NA NIV SBL
*14:62
⸉ ἐκ δεξιῶν καθήμενον RP f 35 TNT2 WH NA NIV SBL ¦ καθήμενον ἐκ δεξιῶν TR
*14:64
⸉ εἶναι ἔνοχον RP f 35 TR ¦ ἔνοχον εἶναι TNT2 WH NA NIV SBL
*14:65
⸉ τὸ πρόσωπον αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ τὸ πρόσωπον TNT2 WH NA NIV SBL
*14:65
⸂ ἔβαλλον RP f 35 TR ¦ ἔλαβον TNT2 WH NA NIV SBL
*14:66
⸉ ἐν τῇ αὐλῇ κάτω RP f 35 TR ¦ κάτω ἐν τῇ αὐλῇ TNT2 WH NA NIV SBL
*14:67
⸂ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα RP f 35 TR ¦ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα, τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL
*14:68
⸂ Οὐκ RP f 35 TR ¦ Οὔτε TNT2 WH NA NIV SBL
*14:68
⸂2 οὐδὲ RP TR ¦ οὔτε f 35 TNT2 WH NA NIV SBL
*14:68
⸉ τί σὺ RP f 35 TR ¦ σὺ τί TNT2 WH NA NIV SBL
*14:68
⸂3 καὶ ἀλέκτωρ ἐφώνησεν RP f 35 TNT2 NA27+28 SBL ¦ καὶ ἀλέκτωρ ἐφώνησε TR ¦ – WH NA25 NIV
*14:69
⸉ πάλιν ἤρξατο RP f 35 TR TNT2 ¦ ἤρξατο πάλιν WH NA NIV SBL
*14:70
⸋ καὶ ἡ λαλιά σου ὁμοιάζει RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
*14:71
⸂ ὀμνύναι RP f 35 TNT2 WH NA NIV SBL ¦ ὀμνύειν TR
*14:72
⸆ – RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
*14:72
⸂ τὸ ῥῆμα ὃ RP f 35 ¦ τοῦ ῥήματος οὖ TR ¦ τὸ ῥῆμα ὡς TNT2 WH NA NIV SBL
*14:72
⸉ φωνῆσαι δίς RP f 35 TR NA27+28 NIV SBL ¦ δὶς φωνῆσαι TNT2 WH NA25
*14:72
⸉2 ἀπαρνήσῃ με τρίς RP f 35 TR ¦ τρίς με ἀπαρνήσῃ TNT2 WH NA NIV SBL