1Καὶ ⸂εὐθέως⸃ ⸂2ἐπὶ τὸ πρωῒ⸃ συμβούλιον ⸂3ποιήσαντες⸃ οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν ⸋τῷ⸌ Πιλάτῳ. 2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς ⸂εἶπεν αὐτῷ,⸃ Σὺ λέγεις. 3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά· 4ὁ δὲ Πιλάτος πάλιν ⸂ἐπηρώτησεν⸃ αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου ⸂2καταμαρτυροῦσιν.⸃ 5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.
6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ⸂ὅνπερ ᾐτοῦντο.⸃ 7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸂συστασιαστῶν⸃ δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ⸋ἀεὶ⸌ ἐποίει αὐτοῖς. 9Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12Ὁ δὲ Πιλάτος ⸂ἀποκριθεὶς πάλιν εἶπεν⸃ αὐτοῖς, Τί οὖν ⸋θέλετε⸌ ποιήσω ⸋2ὃν λέγετε⸌ ⸆ βασιλέα τῶν Ἰουδαίων; 13Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14Ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ ⸉κακὸν ἐποίησεν;⸊ Οἱ δὲ ⸂περισσοτέρως⸃ ἔκραξαν, Σταύρωσον αὐτόν. 15Ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, ⸆ Χαῖρε, ⸂ὁ βασιλεὺς⸃ τῶν Ἰουδαίων· 19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια.⸃
Καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸂2σταυρώσωσιν⸃ αὐτόν. 21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22Καὶ φέρουσιν αὐτὸν ἐπὶ ⸆ Γολγοθᾶ τόπον, ὅ ἐστιν ⸂μεθερμηνευόμενον,⸃ Κρανίου Τόπος. 23Καὶ ἐδίδουν αὐτῷ ⸋πιεῖν⸌ ἐσμυρνισμένον ⸂οἶνον· ὁ δὲ⸃ οὐκ ἔλαβεν. 24Καὶ ⸂σταυρώσαντες⸃ αὐτόν, ⸂2διαμερίζονται⸃ τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ. 25Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 ⸋Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.⸌ 29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναόν, καὶ ⸂ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,⸃ 30σῶσον σεαυτόν, ⸂καὶ κατάβα⸃ ἀπὸ τοῦ σταυροῦ. 31Ὁμοίως ⸆ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32Ὁ χριστὸς ὁ βασιλεὺς ⸋τοῦ⸌ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν ⸋2αὐτῷ.⸌ Καὶ οἱ συνεσταυρωμένοι ⸆ αὐτῷ ὠνείδιζον αὐτόν.
33 ⸂Γενομένης δὲ⸃ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34Καὶ τῇ ⸂ὥρᾳ τῇ ἐνάτῃ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, ⸋λέγων,⸌ Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανί; Ὅ ἐστιν μεθερμηνευόμενον, ⸂2Ὁ θεός μου, ὁ θεός μου,⸃ εἰς τί ⸉με ἐγκατέλιπες;⸊ 35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, ⸂Ἰδού,⸃ Ἠλίαν φωνεῖ. 36Δραμὼν δὲ ⸂εἷς,⸃ ⸋καὶ⸌ γεμίσας σπόγγον ὄξους, περιθείς ⸋2τε⸌ καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ⸋κράξας⸌ ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ⸉ὁ ἄνθρωπος οὗτος⸊ υἱὸς ⸉2ἦν θεοῦ.⸊ 40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ⸋ἦν⸌ ⸋2καὶ⸌ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ ⸋3τοῦ⸌ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41αἳ ⸋καί,⸌ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ⸉ἦν Παρασκευή,⸊ ὅ ἐστιν ⸂προσάββατον,⸃ 43 ⸂ἦλθεν⸃ Ἰωσὴφ ⸋ὁ⸌ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ· τολμήσας εἰσῆλθεν πρὸς ⸆ Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44Ὁ δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ ⸂πάλαι⸃ ἀπέθανεν. 45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ ⸂σῶμα⸃ τῷ Ἰωσήφ. 46Καὶ ἀγοράσας σινδόνα, ⸋καὶ⸌ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι, καὶ ⸂κατέθηκεν⸃ αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸆ Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

Notes


*15:1 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*15:1 ⸂2 ἐπὶ τὸ πρωῒ RP f 35 TR ¦ πρωῒ TNT2 WH NA NIV SBL

*15:1 ⸂3 ποιήσαντες RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ ἑτοιμάσαντες NA25

*15:1 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:2 ⸂ εἶπεν αὐτῷ RP f 35 TR ¦ αὐτῷ λέγει TNT2 WH NA NIV SBL

*15:4 ⸂ ἐπηρώτησεν RP f 35 TR ¦ ἐπηρώτα TNT2 WH NA NIV SBL

*15:4 ⸂2 καταμαρτυροῦσιν RP f 35 TR ¦ κατηγοροῦσιν TNT2 WH NA NIV SBL

*15:6 ⸂ ὅνπερ ᾐτοῦντο RP f 35 TR TNT2 ¦ ὃν παρῃτοῦντο WH NA NIV SBL

*15:7 ⸂ συστασιαστῶν RP f 35 TR ¦ στασιαστῶν TNT2 WH NA NIV SBL

*15:8 ⸋ ἀεὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*15:12 ⸂ ἀποκριθεὶς πάλιν εἶπεν RP f 35 TR ¦ πάλιν ἀποκριθεὶς ἔλεγεν TNT2 WH NA NIV SBL

*15:12 ⸋ θέλετε RP f 35 TR TNT2 NA27+28 SBL ¦ – WH NA25 NIV

*15:12 ⸋2 ὃν λέγετε RP f 35 TR WH NA NIV SBL ¦ – TNT2

*15:12 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL

*15:14 ⸉ κακὸν ἐποίησεν RP f 35 TR ¦ ἐποίησεν κακὸν TNT2 WH NA NIV SBL

*15:14 ⸂ περισσοτέρως RP f 35 TR ¦ περισσῶς TNT2 WH NA NIV SBL

*15:18 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ λέγειν f 35

*15:18 ⸂ ὁ βασιλεὺς RP f 35 ¦ βασιλεῦ TR TNT2 WH NA NIV SBL

*15:20 ⸂ τὰ ἴδια RP f 35 TR TNT2 SBL ¦ αὐτοῦ WH NA NIV

*15:20 ⸂2 σταυρώσωσιν RP f 35 TR WH NA NIV SBL ¦ σταυρώσουσιν TNT2

*15:22 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL

*15:22 ⸂ μεθερμηνευόμενον RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ μεθερμηνευόμενος WH NA25

*15:23 ⸋ πιεῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:23 ⸂ οἶνον· ὁ δὲ RP f 35 TR ¦ οἶνον, ὃς δὲ TNT2 WH NA NIV SBL

*15:24 ⸂ σταυρώσαντες RP f 35 TR ¦ σταυροῦσιν TNT2 WH NA NIV SBL

*15:24 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*15:24 ⸂2 διαμερίζονται RP f 35 TNT2 WH NA NIV SBL ¦ διεμερίζον TR

*15:28 ⸋ Καὶ ἐπληρώθη … ἐλογίσθη. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*15:29 ⸂ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP f 35 TR ¦ οἰκοδομῶν τρισὶν ἡμέραις TNT2 ¦ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NA NIV SBL

*15:30 ⸂ καὶ κατάβα RP f 35 TR ¦ καταβὰς TNT2 WH NA NIV SBL

*15:31 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR

*15:32 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:32 ⸋2 αὐτῷ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*15:32 ⸆ – RP f 35 TR TNT2 ¦ σὺν WH NA NIV SBL

*15:33 ⸂ Γενομένης δὲ RP f 35 TR ¦ Καὶ γενομένης TNT2 WH NA NIV SBL

*15:34 ⸂ ὥρᾳ τῇ ἐνάτῃ RP f 35 ¦ ὥρᾳ τῇ ἐννάτῃ TR ¦ ἐνάτῃ ὥρᾳ TNT2 WH NA NIV SBL

*15:34 ⸋ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:34 ⸂2 Ὁ θεός μου, ὁ θεός μου RP TR TNT2 WH NA NIV SBL ¦ Ὁ θεός, ὁ θεός μου f 35

*15:34 ⸉ με ἐγκατέλιπες RP f 35 TR ¦ ἐγκατέλιπές με TNT2 WH NA NIV SBL

*15:35 ⸂ Ἰδού RP f 35 TR ¦ Ἴδε TNT2 WH NA NIV SBL

*15:36 ⸂ εἷς RP f 35 TR ¦ τις TNT2 WH NA NIV SBL

*15:36 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11

*15:36 ⸋2 τε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:39 ⸋ κράξας RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL

*15:39 ⸉ ὁ ἄνθρωπος οὗτος RP f 35 TR ¦ οὗτος ὁ ἄνθρωπος TNT2 WH NA NIV SBL

*15:39 ⸉2 ἦν θεοῦ RP f 35 TR TNT2 ¦ θεοῦ ἦν WH NA NIV SBL

*15:40 ⸋ ἦν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*15:40 ⸋2 καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*15:40 ⸋3 τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:41 ⸋ καί RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*15:42 ⸉ ἦν Παρασκευή RP TR TNT2 WH NA NIV SBL ¦ Παρασκευή ἦν f 35

*15:42 ⸂ προσάββατον RP f 35 TR WH NA NIV SBL ¦ πρὸς σάββατον TNT2

*15:43 ⸂ ἦλθεν RP TR ¦ ἐλθὼν f 35 TNT2 WH NA NIV SBL

*15:43 ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*15:43 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL

*15:44 ⸂ πάλαι RP f 35 TR NA NIV SBL ¦ ἤδη TNT2 WH

*15:45 ⸂ σῶμα RP f 35 TR ¦ πτῶμα TNT2 WH NA NIV SBL

*15:46 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:46 ⸂ κατέθηκεν RP f 35 TR NA25 ¦ ἔθηκεν TNT2 WH NA27+28 NIV SBL

*15:47 ⸆ – RP f 35 TR ¦ ἡ TNT2 WH NA NIV SBL