ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
1Ἀποκάλυψις Ἰησοῦ χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, 2ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ χριστοῦ, ὅσα ⸆ εἶδεν. ⸆2 3Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ⸂θεοῦ⸃ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ⸆ ἐνώπιον τοῦ θρόνου αὐτοῦ· 5καὶ ἀπὸ Ἰησοῦ χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος ⸆ τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ⸂ἀγαπῶντι⸃ ἡμᾶς, καὶ λούσαντι ἡμᾶς ⸂2ἀπὸ⸃ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ· 6καὶ ἐποίησεν ἡμᾶς ⸂βασιλείαν,⸃ ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸋τῶν αἰώνων.⸌ Ἀμήν. 7Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.
8Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, ⸆ λέγει ⸂κύριος ὁ θεός,⸃ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9Ἐγὼ Ἰωάννης, ὁ ⸆ ἀδελφὸς ὑμῶν καὶ ⸂κοινωνὸς⸃ ⸂2ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ⸃ ⸂3ἐν χριστῷ Ἰησοῦ,⸃ ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, ⸂4διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν⸃ ⸂5Ἰησοῦ χριστοῦ.⸃ 10Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα ⸉φωνὴν ὀπίσω μου⸊ μεγάλην ὡς σάλπιγγος, 11λεγούσης, ⸆ Ὃ βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ⸋ἑπτὰ⸌ ἐκκλησίαις, ⸆2 εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. 12Καὶ ⸋ἐκεῖ⸌ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ⸂ἐλάλει⸃ μετ᾽ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13καὶ ἐν μέσῳ τῶν ⸋ἑπτὰ⸌ λυχνιῶν ὅμοιον ⸂υἱῷ⸃ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν. 14Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ⸂ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·⸃ 15καὶ ⸂οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι·⸃ καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν. 16Καὶ ἔχων ἐν τῇ δεξιᾷ ⸉αὐτοῦ χειρὶ⸊ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. 17Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ⸂ἔθηκεν⸃ τὴν δεξιὰν αὐτοῦ ⸆ ἐπ᾽ ἐμέ, λέγων, ⸆2 Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, 18καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ⸋ἀμήν·⸌ καὶ ἔχω τὰς κλεῖς ⸉τοῦ θανάτου καὶ τοῦ ᾍδου.⸊ 19Γράψον ⸋οὖν⸌ ἃ εἶδες, καὶ ἅ εἰσιν, καὶ ἃ μέλλει ⸂γίνεσθαι⸃ μετὰ ταῦτα· 20τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ⸂ὧν⸃ εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν· καὶ ⸂2αἱ λυχνίαι αἱ ἑπτὰ⸃ ἑπτὰ ἐκκλησίαι εἰσίν.

Notes


*1:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τε TR

*1:2 ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ ἅτινά εἰσιν καὶ ἃ χρὴ γενέσθαι μετὰ ταῦτα f 35

*1:4 ⸂ θεοῦ RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR

*1:4 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐστιν f 35 TR

*1:5 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐκ f 35 TR

*1:5 ⸂ ἀγαπῶντι RP TNT2 WH NA NIV SBL ¦ ἀγαπήσαντι f 35 TR

*1:5 ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL

*1:6 ⸂ βασιλείαν RP f 35 TNT2 WH NA NIV SBL ¦ βασιλεῖς καὶ TR

*1:6 ⸋ τῶν αἰώνων RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*1:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀρχὴ καὶ τέλος TR

*1:8 ⸂ κύριος ὁ θεός RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ κύριος TR

*1:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR

*1:9 ⸂ κοινωνὸς RP f 35 ¦ συγκοινωνὸς TR TNT2 NA NIV SBL ¦ συνκοινωνὸς WH

*1:9 ⸂2 ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῇ θλίψει καὶ ἐν τῇ βασιλείᾳ καὶ ὑπομονῇ TR

*1:9 ⸂3 ἐν χριστῷ Ἰησοῦ RP f 35 ¦ Ἰησοῦ χριστοῦ TR ¦ ἐν Ἰησοῦ TNT2 WH NA NIV SBL

*1:9 ⸂4 διὰ τὸν λόγον … καὶ διὰ τὴν μαρτυρίαν RP f 35 TR ¦ διὰ τὸν λόγον … καὶ τὴν μαρτυρίαν TNT2 WH NA NIV SBL

*1:9 ⸂5 Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL

*1:10 ⸉ φωνὴν ὀπίσω μου RP f 35 ¦ ὀπίσω μου φωνὴν TR TNT2 WH NA NIV SBL

*1:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος· καί TR

*1:11 ⸋ ἑπτὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*1:11 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ταῖς ἐν Ἀσίᾳ TR

*1:12 ⸋ ἐκεῖ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*1:12 ⸂ ἐλάλει RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐλάλησε TR

*1:13 ⸋ ἑπτὰ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*1:13 ⸂ υἱῷ RP f 35 TR TNT2 ¦ υἱὸν WH NA NIV SBL

*1:14 ⸂ ὡς ἔριον λευκόν, ὡς χιών … ὡς φλὸξ πυρός RP TNT2 WH NA NIV SBL ¦ ὡσει ἔριον λευκόν, ὡς χιών … ὡς φλὸξ πυρός f 35 TR

*1:15 ⸂ οἱ πόδες … ὡς ἐν καμίνῳ πεπυρωμένοι· RP f 35 TR ¦ οἱ πόδες … ὡς ἐν καμίνῳ πεπυρωμένης TNT2 WH NA NIV SBL

*1:16 ⸉ αὐτοῦ χειρὶ RP TR ¦ χειρὶ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL

*1:17 ⸂ ἔθηκεν RP TNT2 WH NA NIV SBL ¦ ἔπεθηκεν f 35 ¦ ἔπεθηκε TR

*1:17 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ χεῖρα f 35 TR

*1:17 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR

*1:18 ⸋ ἀμήν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:18 ⸉ τοῦ θανάτου καὶ τοῦ ᾍδου RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ ᾍδου καὶ τοῦ θανάτου TR

*1:19 ⸋ οὖν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*1:19 ⸂ γίνεσθαι RP TR TNT2 WH SBL ¦ γενέσθαι f 35 NA NIV

*1:20 ⸂ ὧν RP f 35 TR ¦ οὓς TNT2 WH NA NIV SBL

*1:20 ⸂2 αἱ λυχνίαι αἱ ἑπτὰ RP TNT2 WH NA NIV SBL ¦ αἱ ἑπτὰ λυχνίαι ἃς εἶδες f 35 TR