3
1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων ⸂τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·⸃ Οἶδά σου τὰ ἔργα, ὅτι ⸆ ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. 2Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλες ἀποβάλλειν·⸃ οὐ γὰρ εὕρηκά σου ⸋τὰ⸌ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ ⸋2μου.⸌ 3Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ⸂ἥξω ἐπί σε ὡς κλέπτης, καὶ οὐ μὴ ⸂2γνῷς⸃ ποίαν ὥραν ἥξω ἐπί σε.⸃ 4 ⸂Ἀλλ᾽⸃ ⸉ὀλίγα ἔχεις⸊ ὀνόματα ⸆ ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσιν μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. 5Ὁ νικῶν, ⸂οὗτος⸃ περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ⸂2ὁμολογήσω⸃ τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 6Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν ⸋τοῦ⸌ Δαυίδ, ⸂ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει.⸃ 8Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ⸂ἣν⸃ οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. 9Ἰδού, ⸂δίδωμι⸃ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα ⸂2ἥξωσιν καὶ προσκυνήσωσιν⸃ ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ⸆ ἠγάπησά σε. 10Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 ⸆ Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ ⸂καταβαίνει⸃ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14Καὶ τῷ ἀγγέλῳ ⸂τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ⸂2ὁ πιστὸς καὶ ἀληθινός,⸃ ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· 15Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ⸂ἦς⸃ ἢ ζεστός. 16Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ ⸂οὐ ζεστὸς οὔτε ψυχρός,⸃ μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17Ὅτι λέγεις, ⸆ Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ ⸂οὐδενὸς⸃ χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ⸂2ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς⸃ καὶ τυφλὸς καὶ γυμνός· 18συμβουλεύω σοι ἀγοράσαι ⸉χρυσίον παρ᾽ ἐμοῦ⸊ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον ⸂ἵνα ἐγχρίσῃ⸃ ⸆ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. 19Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ⸂ζήλωσον⸃ οὖν καὶ μετανόησον. 20Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, ⸋καὶ⸌ εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ᾽ αὐτοῦ, καὶ αὐτὸς μετ᾽ ἐμοῦ. 21Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Notes
*3:1
⸂ τὰ ἑπτὰ πνεύματα … τοὺς ἑπτὰ ἀστέρας RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ πνεύματα … τοὺς ἑπτὰ ἀστέρας TR
*3:1
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR
*3:2
⸂ ἔμελλες ἀποβάλλειν RP ¦ ἔμελλες ἀποβαλεῖν f 35 ¦ μὲλλει ἀποθανεῖν TR ¦ ἔμελλον ἀποθανεῖν TNT2 WH NA NIV SBL
*3:2
⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*3:2
⸋2 μου RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*3:3
⸂ ἥξω ἐπί σε … ἥξω ἐπί σε. RP f 35 TR ¦ ἥξω … ἥξω ἐπί σε. TNT2 WH NA NIV SBL
*3:3
⸂2 γνῷς RP f 35 TR WH NA NIV SBL ¦ γνώσῃ TNT2
*3:4
⸂ Ἀλλ᾽ RP f 35 NA28 ¦ – TR ¦ Ἀλλὰ TNT2 WH NA25+27 NIV SBL
*3:4
⸉ ὀλίγα ἔχεις RP f 35 ¦ ἔχεις ὀλίγα TR TNT2 WH NA NIV SBL
*3:4
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
*3:5
⸂ οὗτος RP TR ¦ οὕτως f 35 TNT2 WH NA NIV SBL
*3:5
⸂2 ὁμολογήσω RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐξομολογήσομαι TR
*3:7
⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*3:7
⸂ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει RP f 35 ¦ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει· καὶ κλείει καὶ οὐδεὶς ἀνοίγει TR ¦ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει· καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει TNT2 WH NA NIV SBL
*3:8
⸂ ἣν RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
*3:9
⸂ δίδωμι RP f 35 TR ¦ διδῶ TNT2 WH NA NIV SBL
*3:9
⸂2 ἥξωσιν καὶ προσκυνήσωσιν RP ¦ ἥξουσιν καὶ προσκυνήσωσιν f 35 ¦ ἥξωσι καὶ προσκυνήσωσιν TR ¦ ἥξουσιν καὶ προσκυνήσουσιν TNT2 WH NA NIV SBL
*3:9
⸆ – RP f 35 ¦ ἐγὼ TR TNT2 WH NA NIV SBL
*3:11
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἰδού TR
*3:12
⸂ καταβαίνει RP f 35 ¦ καταβαίνουσα TR TNT2 WH NA NIV SBL
*3:14
⸂ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας RP f 35 TNT2 NA NIV SBL ¦ τῆς ἐκκλησίας Λαοδικέων TR ¦ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας WH
*3:14
⸂2 ὁ πιστὸς καὶ ἀληθινός RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁ πιστὸς καὶ ὁ ἀληθινός WH
*3:15
⸂ ἦς RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴης TR
*3:16
⸂ οὐ ζεστὸς οὔτε ψυχρός RP f 35 ¦ οὔτε ψυχρός οὔτε ζεστὸς TR ¦ οὔτε ζεστὸς οὔτε ψυχρός TNT2 WH NA NIV SBL
*3:17
⸆ – RP f 35 ¦ ὅτι TR TNT2 WH NA NIV SBL
*3:17
⸂ οὐδενὸς RP f 35 TR ¦ οὐδὲν TNT2 WH NA NIV SBL
*3:17
⸂2 ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς RP f 35 ¦ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς TR TNT2 NA NIV SBL ¦ ὁ ταλαίπωρος καὶ ἐλεινὸς καὶ πτωχὸς WH
*3:18
⸉ χρυσίον παρ᾽ ἐμοῦ RP f 35 ¦ παρ᾽ ἐμοῦ χρυσίον TR TNT2 WH NA NIV SBL
*3:18
⸂ ἵνα ἐγχρίσῃ RP ¦ ἐγχρῖσον f 35 TR ¦ ἐγχρῖσαι TNT2 WH NA NIV SBL
*3:18
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐπὶ f 35
*3:19
⸂ ζήλωσον RP f 35 TR ¦ ζήλευε TNT2 WH NA NIV SBL
*3:20
⸋ καὶ RP f 35 NA27+28 NIV73 SBL ¦ – TR TNT2 WH NA25 NIV11