4
1Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος ⸂λαλούσης μετ᾽ ἐμοῦ, λέγων,⸃ Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. 2 ⸋Καὶ⸌ εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ ⸂τὸν θρόνον⸃ καθήμενος, 3 ⸆ ⸂ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὁμοίως ὅρασις σμαραγδίνων.⸃ 4Καὶ κυκλόθεν τοῦ θρόνου ⸂θρόνοι εἴκοσι τέσσαρες· καὶ ἐπὶ τοὺς θρόνους ⸆ ⸋τοὺς⸌ εἴκοσι τέσσαρας πρεσβυτέρους⸃ καθημένους, περιβεβλημένους ⸋2ἐν⸌ ἱματίοις λευκοῖς, καὶ ⸆2 ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ ⸉φωναὶ καὶ βρονταί.⸊ Καὶ ⸂ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου ⸋αὐτοῦ,⸌ αἵ εἰσιν ἑπτὰ πνεύματα⸃ τοῦ θεοῦ· 6καὶ ἐνώπιον τοῦ θρόνου ⸋ὡς⸌ θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. 7Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ⸂ἔχον⸃ ⸆ πρόσωπον ⸂2ἀνθρώπου,⸃ καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ. 8Καὶ ⸋τὰ⸌ τέσσαρα ζῷα, ⸂ἓν καθ᾽ ἓν⸃ ⸂2ἔχον⸃ ἀνὰ πτέρυγας ἓξ κυκλόθεν, καὶ ἔσωθεν ⸂3γέμουσιν⸃ ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτός, ⸂4λέγοντες,⸃ ⸂5Ἅγιος, ἅγιος, ἅγιος,⸃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. 9Καὶ ὅταν ⸂δῶσιν⸃ τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ ⸂2τοῦ θρόνου,⸃ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10πεσοῦνται οἱ ⸂εἴκοσι τέσσαρες⸃ πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ ⸂2προσκυνήσουσιν⸃ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ⸂3βαλοῦσιν⸃ τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, 11Ἄξιος εἶ, ⸂ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, ὁ ἅγιος,⸃ λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας ⸆ πάντα, καὶ διὰ τὸ θέλημά σου ⸂2ἦσαν⸃ καὶ ἐκτίσθησαν.
Notes
*4:1
⸂ λαλούσης … λέγων RP TNT2 WH NA NIV SBL ¦ λαλούσης … λέγουσα f 35 TR
*4:2
⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:2
⸂ τὸν θρόνον RP TNT2 WH NA NIV SBL ¦ τοῦ θρόνου f 35 TR
*4:3
⸆ – RP f 35 ¦ καὶ ὁ καθήμενος ἦν TR ¦ καὶ ὁ καθήμενος TNT2 WH NA NIV SBL
*4:3
⸂ ὅμοιος ὁράσει λίθῳ … καὶ ἶρις … ὁμοίως ὅρασις σμαραγδίνων RP ¦ ὅμοιος ὁράσει λίθῳ … καὶ ἶρις … ὁμοία ὅράσει σμαραγδίνῳ f 35 ¦ ὅμοιος ὁράσει λίθῳ … καὶ ἶρις … ὅμοιος ὅράσει σμαραγδίνῳ TR TNT2 WH NA NIV SBL
*4:4
⸂ θρόνοι εἴκοσι τέσσαρες … εἴκοσι τέσσαρας πρεσβυτέρους RP f 35 TNT2 WH SBL ¦ θρόνοι εἴκοσι καὶ τέσσαρες … εἴκοσι καὶ τέσσαρας πρεσβυτέρους TR ¦ θρόνους εἴκοσι τέσσαρας … εἴκοσι τέσσαρας πρεσβυτέρους NA25 ¦ θρόνους εἴκοσι τέσσαρες … εἴκοσι τέσσαρας πρεσβυτέρους NA27+28 NIV
*4:4
⸆ – RP TNT2 WH NA NIV SBL ¦ εἴδον f 35 TR
*4:4
⸋ τοὺς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:4
⸋2 ἐν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
*4:4
⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔσχον TR
*4:5
⸉ φωναὶ καὶ βρονταί RP f 35 TNT2 WH NA NIV SBL ¦ βρονταί καὶ φωναὶ TR
*4:5
⸂ ἑπτὰ λαμπάδες … αἵ εἰσιν ἑπτὰ πνεύματα RP f 35 ¦ ἑπτὰ λαμπάδες … αἵ εἰσι(ν) τὰ ἑπτὰ πνεύματα TR TNT2 ¦ ἑπτὰ λαμπάδες … ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα WH NA NIV SBL
*4:5
⸋ αὐτοῦ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*4:6
⸋ ὡς RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*4:7
⸂ ἔχον RP f 35 TR ¦ ἔχων TNT2 WH NA NIV SBL
*4:7
⸆ – RP ¦ τὸ f 35 TR TNT2 WH NA NIV SBL
*4:7
⸂2 ἀνθρώπου RP ¦ ὡς ἀνθρώπος f 35 TR ¦ ὡς ἀνθρώπου TNT2 WH NA NIV SBL
*4:8
⸋ τὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*4:8
⸂ ἓν καθ᾽ ἓν RP ¦ ἓν καθ᾽ ἓν αὐτῶν f 35 WH NA NIV SBL ¦ ἓν καθ᾽ ἑαυτὸ TR ¦ ἓν ἕκαστον αὐτῶν TNT2
*4:8
⸂2 ἔχον RP f 35 ¦ εἴχον TR ¦ ἔχων TNT2 WH NA NIV SBL
*4:8
⸂3 γέμουσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ γέμοντα TR
*4:8
⸂4 λέγοντες RP TNT2 WH NA NIV SBL ¦ λέγοντα f 35 TR
*4:8
⸂5 Ἅγιος, ἅγιος, ἅγιος RP TR TNT2 WH NA NIV SBL ¦ Ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος, ἅγιος f 35
*4:9
⸂ δῶσιν RP f 35 ¦ δώσουσι TR ¦ δώσουσιν TNT2 WH NA NIV SBL
*4:9
⸂2 τοῦ θρόνου RP f 35 TR WH ¦ τῷ θρόνῳ TNT2 NA NIV SBL
*4:10
⸂ εἴκοσι τέσσαρες RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴκοσι καὶ τέσσαρες TR
*4:10
⸂2 προσκυνήσουσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ προσκυνοῦσι TR
*4:10
⸂3 βαλοῦσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ βάλλουσι TR
*4:11
⸂ ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, ὁ ἅγιος RP f 35 ¦ κύριε TR ¦ ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν TNT2 WH NA NIV SBL
*4:11
⸆ – RP ¦ τὰ f 35 TR TNT2 WH NA NIV SBL
*4:11
⸂2 ἦσαν RP TNT2 WH NA NIV SBL ¦ εἰσὶν f 35 ¦ εἰσὶ TR