1Καὶ εἶδον ⸂ὅτι⸃ ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ⸋ἑπτὰ⸌ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς ⸂2φωνὴ⸃ βροντῆς, Ἔρχου ⸂3καὶ ἴδε.⸃ 2 ⸆ Καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ ⸂αὐτὸν⸃ ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν, καὶ ἵνα νικήσῃ.
3Καὶ ὅτε ἤνοιξεν ⸂τὴν δευτέραν σφραγῖδα,⸃ ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου. 4Καὶ ἐξῆλθεν ἄλλος ἵππος ⸂πυρός·⸃ καὶ τῷ καθημένῳ ἐπ᾽ ⸂2αὐτὸν⸃ ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ⸂3ἐκ⸃ τῆς γῆς, ⸆ ἵνα ἀλλήλους ⸂4σφάξωσιν·⸃ καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5Καὶ ὅτε ἤνοιξεν ⸂τὴν σφραγῖδα τὴν τρίτην,⸃ ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου ⸂2καὶ ἴδε.⸃ ⸆ Καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽ ⸂3αὐτὸν⸃ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6Καὶ ἤκουσα ⸆ φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες ⸂κριθῆς⸃ δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα ⸆ τοῦ τετάρτου ζῴου ⸂λέγοντος,⸃ Ἔρχου ⸂2καὶ ἴδε.⸃ 8 ⸆ Καὶ ἰδού, ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ⸂ὁ Θάνατος, καὶ ὁ ᾍδης⸃ ⸂2ἠκολούθει⸃ ⸂3αὐτῷ.⸃ Καὶ ἐδόθη ⸂4αὐτῷ⸃ ἐξουσία ⸉ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι⸊ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς ⸆ τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν ⸋τοῦ ἀρνίου⸌ ἣν εἶχον, 10καὶ ⸂ἔκραξαν⸃ φωνῇ μεγάλῃ, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ⸂2ὁ ἅγιος καὶ ἀληθινός,⸃ οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ⸂3ἐκ⸃ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11Καὶ ⸂ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή,⸃ καὶ ἐρρέθη αὐτοῖς ἵνα ⸂2ἀναπαύσωνται⸃ ἔτι χρόνον, ⸆ ἕως ⸆2 ⸂3πληρώσωσιν⸃ καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ⸋καὶ⸌ οἱ μέλλοντες ἀποκτένεσθαι ὡς καὶ αὐτοί.
12Καὶ εἶδον ⸆ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ ⸆2 σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ⸉μέλας ἐγένετο⸊ ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ⸋ὅλη⸌ ἐγένετο ὡς αἷμα, 13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ ⸂βαλοῦσα⸃ τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ⸉ἀνέμου μεγάλου⸊ σειομένη. 14Καὶ ⸋ὁ⸌ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15Καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, ⸉καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι,⸊ καὶ οἱ ⸂ἰσχυροί,⸃ καὶ ⸂2πᾶς δοῦλος καὶ ἐλεύθερος,⸃ ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, 16καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐφ᾽ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου· 17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς ⸂αὐτοῦ,⸃ καὶ τίς δύναται σταθῆναι;

Notes


*6:1 ⸂ ὅτι RP f 35 ¦ ὅτε TR TNT2 WH NA NIV SBL

*6:1 ⸋ ἑπτὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*6:1 ⸂2 φωνὴ RP f 35 TNT2 NA27+28 NIV ¦ φωνὴς TR ¦ φωνῇ WH NA25 SBL

*6:1 ⸂3 καὶ ἴδε RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR

*6:2 ⸆ – RP ¦ Καὶ εἶδον f 35 TR TNT2 WH NA NIV SBL

*6:2 ⸂ αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR

*6:3 ⸂ τὴν δευτέραν σφραγῖδα RP f 35 TR ¦ τὴν σφραγῖδα τὴν δευτέραν TNT2 WH NA NIV SBL

*6:3 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR

*6:4 ⸂ πυρός RP ¦ πυρρός f 35 TR TNT2 WH NA NIV SBL

*6:4 ⸂2 αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR

*6:4 ⸂3 ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR

*6:4 ⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL

*6:4 ⸂4 σφάξωσιν RP f 35 ¦ σφάξωσι TR ¦ σφάξουσιν TNT2 WH NA NIV SBL

*6:5 ⸂ τὴν σφραγῖδα τὴν τρίτην RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν τρίτην σφραγῖδα TR

*6:5 ⸂2 καὶ ἴδε RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR

*6:5 ⸆ – RP ¦ Καὶ εἶδον f 35 TR TNT2 WH NA NIV SBL

*6:5 ⸂3 αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR

*6:6 ⸆ – RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*6:6 ⸂ κριθῆς RP f 35 TR ¦ κριθῶν TNT2 WH NA NIV SBL

*6:7 ⸆ – RP ¦ φωνὴν f 35 TR TNT2 WH NA NIV SBL

*6:7 ⸂ λέγοντος RP f 35 TNT2 WH NA NIV SBL ¦ λέγουσαν TR

*6:7 ⸂2 καὶ ἴδε RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ καὶ βλέπε TR

*6:8 ⸆ – RP ¦ Καὶ εἶδον f 35 TR TNT2 WH NA NIV SBL

*6:8 ⸂ ὁ Θάνατος, καὶ ὁ ᾍδης RP TR TNT2 WH NA NIV SBL ¦ Θάνατος, καὶ ὁ ᾍδης f 35

*6:8 ⸂2 ἠκολούθει RP TNT2 WH NA NIV SBL ¦ ἀκολούθει f 35 TR

*6:8 ⸂3 αὐτῷ RP ¦ μετ᾽ αὐτοῦ f 35 TR TNT2 WH NA NIV SBL

*6:8 ⸂4 αὐτῷ RP f 35 ¦ αὐτοῖς TR TNT2 WH NA NIV SBL

*6:8 ⸉ ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀποκτεῖναι ἐπὶ τὸ τέταρτον τῆς γῆς TR

*6:9 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τῶν ἀνθρωπῶν f 35

*6:9 ⸋ τοῦ ἀρνίου RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*6:10 ⸂ ἔκραξαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔκραζον TR

*6:10 ⸂2 ὁ ἅγιος καὶ ἀληθινός RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ ἅγιος καὶ ὁ ἀληθινός TR

*6:10 ⸂3 ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR

*6:11 ⸂ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐδόθησαν ἑκάστοις στολαὶ λευκαὶ TR

*6:11 ⸂2 ἀναπαύσωνται RP f 35 TR NA25 ¦ ἀναπαύσονται TNT2 WH NA27+28 NIV SBL

*6:11 ⸆ – RP f 35 ¦ μικρόν TR TNT2 WH NA NIV SBL

*6:11 ⸆2 – RP TNT2 WH NA NIV SBL ¦ οὗ f 35 TR

*6:11 ⸂3 πληρώσωσιν RP f 35 TNT2 ¦ πληρώσονται TR ¦ πληρωθῶσιν WH NA NIV SBL

*6:11 ⸋ καὶ RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL

*6:12 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35

*6:12 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἰδού TR

*6:12 ⸉ μέλας ἐγένετο RP f 35 ¦ ἐγένετο μέλας TR TNT2 WH NA NIV SBL

*6:12 ⸋ ὅλη RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR

*6:13 ⸂ βαλοῦσα RP ¦ βάλλει f 35 TR TNT2 WH NA NIV SBL

*6:13 ⸉ ἀνέμου μεγάλου RP TNT2 WH NA NIV SBL ¦ μεγάλου ἀνέμου f 35 TR

*6:14 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*6:15 ⸉ καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ οἱ πλούσιοι, καὶ οἱ χιλίαρχοι TR

*6:15 ⸂ ἰσχυροί RP f 35 TNT2 WH NA NIV SBL ¦ δυνατοὶ TR

*6:15 ⸂2 πᾶς δοῦλος καὶ ἐλεύθερος RP TNT2 WH NA NIV SBL ¦ πᾶς δοῦλος καὶ πᾶς ἐλεύθερος f 35 TR

*6:17 ⸂ αὐτοῦ RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL