7
1 ⸋Καὶ⸌ μετὰ ⸂τοῦτο⸃ εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί ⸂2τι⸃ δένδρον. 2Καὶ εἶδον ἄλλον ἄγγελον ⸂ἀναβαίνοντα⸃ ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος· καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι ⸋οὗ⸌ ⸂σφραγίσωμεν⸃ τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. 4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ⸂ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες⸃ χιλιάδες, ⸂2ἐσφραγισμένων⸃ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. 5Ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ⸂ἐσφραγισμέναι·⸃ ἐκ φυλῆς Ῥουβίμ, δώδεκα χιλιάδες· ⸆ ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες· ⸆2 6ἐκ φυλῆς Ἀσήρ, δώδεκα χιλιάδες· ⸆ ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα χιλιάδες· ⸆2 ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες· ⸆3 7ἐκ φυλῆς Συμεών, δώδεκα χιλιάδες· ⸆ ἐκ φυλῆς Λευΐ, δώδεκα χιλιάδες· ⸆2 ἐκ φυλῆς Ἰσαχάρ, δώδεκα χιλιάδες· ⸆3 8ἐκ φυλῆς Ζαβουλών, δώδεκα χιλιάδες· ⸆ ἐκ φυλῆς Ἰωσήφ, δώδεκα χιλιάδες· ⸆2 ἐκ φυλῆς Βενιαμίν, δώδεκα χιλιάδες ⸂ἐσφραγισμέναι.⸃
9Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι ⸆ οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ⸂ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας⸃ ἐν ταῖς χερσὶν αὐτῶν· 10καὶ ⸂κράζουσιν⸃ φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία ⸂2τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ,⸃ καὶ τῷ ἀρνίῳ. 11Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ ⸂τὰ πρόσωπα⸃ αὐτῶν, καὶ προσεκύνησαν τῷ θεῷ, 12λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον; 14Καὶ ⸂εἶπον⸃ αὐτῷ, Κύριέ ⸋μου,⸌ σὺ οἶδας. Καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, ⸂2καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν⸃ ἐν τῷ αἵματι τοῦ ἀρνίου. 15Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ ⸂τῷ θρόνῳ⸃ σκηνώσει ἐπ᾽ αὐτούς. 16Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, ⸂οὐδ᾽ οὐ⸃ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα· 17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ⸂ποιμαίνει αὐτούς, καὶ ὁδηγεῖ⸃ αὐτοὺς ἐπὶ ⸂2ζωῆς⸃ πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ⸂3ἐκ⸃ τῶν ὀφθαλμῶν αὐτῶν.
Notes
*7:1
⸋ Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*7:1
⸂ τοῦτο RP f 35 TNT2 WH NA NIV SBL ¦ ταῦτα TR
*7:1
⸂2 τι RP TNT2 ¦ πᾶν f 35 TR WH NA NIV SBL
*7:2
⸂ ἀναβαίνοντα RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀναβάντα TR
*7:3
⸋ οὗ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*7:3
⸂ σφραγίσωμεν RP f 35 TNT2 WH NA NIV SBL ¦ σφραγίζωμεν TR
*7:4
⸂ ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες RP f 35 ¦ ρμδ᾽ TR ¦ ἑκατὸν τεσσεράκοντα τέσσαρες TNT2 WH NA NIV SBL
*7:4
⸂2 ἐσφραγισμένων RP ¦ ἐσφραγισμένοι f 35 TR TNT2 WH NA NIV SBL
*7:5
⸂ ἐσφραγισμέναι RP ¦ ἐσφραγισμένοι f 35 TR TNT2 WH NA NIV SBL
*7:5
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐσφραγισμένοι TR
*7:5
⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐσφραγισμένοι TR
*7:6

⸆3 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐσφραγισμένοι TR
*7:7

*7:8

*7:9
⸆ – RP f 35 ¦ αὐτὸν TR TNT2 WH NA NIV SBL
*7:9
⸂ ἑστῶτας … περιβεβλημένους … φοίνικας RP ¦ ἑστῶτες … περιβεβλημένοι … φοίνικας f 35 ¦ ἑστῶτες … περιβεβλημένοι … φοίνικες TR ¦ ἑστῶτες … περιβεβλημένους … φοίνικες TNT2 WH NA NIV SBL
*7:10
⸂ κράζουσιν RP f 35 TNT2 NA NIV ¦ κράζοντες TR ¦ κράζουσι WH SBL
*7:10
⸂2 τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου τοῦ θεοῦ ἡμῶν TR
*7:11
⸂ τὰ πρόσωπα RP f 35 TNT2 WH NA NIV SBL ¦ πρόσωπον TR
*7:14
⸂ εἶπον RP f 35 ¦ εἴρηκα TR TNT2 WH NA NIV SBL
*7:14
⸋ μου RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*7:14
⸂2 καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν RP ¦ καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν αὐτὰς f 35 TNT2 WH NA NIV SBL ¦ καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν στολὰς αὐτῶν TR
*7:15
⸂ τῷ θρόνῳ RP f 35 ¦ τοῦ θρόνου TR TNT2 WH NA NIV SBL
*7:16
⸂ οὐδ᾽ οὐ RP f 35 ¦ οὐδὲ TR TNT2 WH NA NIV SBL
*7:17
⸂ ποιμαίνει … ὁδηγεῖ RP f 35 ¦ ποιμανεῖ … ὁδηγήσει TR TNT2 WH NA NIV SBL
*7:17
⸂2 ζωῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ζώσας TR
*7:17
⸂3 ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR