1Καὶ ⸂ὅτε⸃ ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. 2Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3Καὶ ἄλλος ἄγγελος ἦλθεν, καὶ ἐστάθη ἐπὶ ⸂τοῦ θυσιαστηρίου,⸃ ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα ⸂2δώσῃ⸃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. 4Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. 5Καὶ εἴληφεν ὁ ἄγγελος ⸂τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν⸃ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο ⸉βρονταὶ καὶ φωναὶ⸊ καὶ ἀστραπαὶ καὶ σεισμός.
6Καὶ οἱ ἑπτὰ ἄγγελοι ⸋οἱ⸌ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ⸂ἑαυτοὺς⸃ ἵνα σαλπίσωσιν.
7Καὶ ὁ πρῶτος ⸆ ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ⸋ἐν⸌ αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· ⸋2καὶ τὸ τρίτον τῆς γῆς κατεκάη,⸌ καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
8Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγα ⸆ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα· 9καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων ⸆ ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ ⸂τὸ τρίτον τῶν πλοίων διεφθάρη.⸃
10Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς ⸋τῶν⸌ ὑδάτων. 11Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ⸋ὁ⸌ Ἄψινθος· καὶ ⸂ἐγένετο⸃ τὸ τρίτον ⸋2τῶν ὑδάτων⸌ εἰς ἄψινθον, καὶ πολλοὶ ⸋3τῶν⸌ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ⸂τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα,⸃ καὶ ἡ νὺξ ὁμοίως.
13Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ⸂ἀετοῦ⸃ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, ⸆ Οὐαί, οὐαί, οὐαὶ ⸂2τοῖς κατοικοῦσιν⸃ ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.

Notes


*8:1 ⸂ ὅτε RP f 35 TR ¦ ὅταν TNT2 WH NA NIV SBL

*8:3 ⸂ τοῦ θυσιαστηρίου RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ θυσιαστήριον TR

*8:3 ⸂2 δώσῃ RP TR ¦ δώσει f 35 TNT2 WH NA NIV SBL

*8:5 ⸂ τὸν λιβανωτόν … αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ λιβανωτόν … αὐτὸ TR

*8:5 ⸉ βρονταὶ καὶ φωναὶ RP TNT2 WH NA NIV SBL ¦ φωναὶ καὶ βρονταὶ f 35 TR

*8:6 ⸋ οἱ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*8:6 ⸂ ἑαυτοὺς RP f 35 TR ¦ αὐτοὺς TNT2 NA27+28 NIV ¦ αὑτοὺς WH NA25 SBL

*8:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἄγγελος TR

*8:7 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*8:7 ⸋2 καὶ τὸ τρίτον τῆς γῆς κατεκάη RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*8:8 ⸆ – RP f 35 ¦ πυρὶ TR TNT2 WH NA NIV SBL

*8:9 ⸆ – RP f 35 ¦ τῶν TR TNT2 WH NA NIV SBL

*8:9 ⸂ τὸ τρίτον τῶν πλοίων διεφθάρη RP TR ¦ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν f 35 TNT2 WH NA NIV SBL

*8:10 ⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*8:11 ⸋ ὁ RP f 35 WH NA NIV SBL ¦ – TR TNT2

*8:11 ⸂ ἐγένετο RP f 35 TNT2 WH NA NIV SBL ¦ γίνεται TR

*8:11 ⸋2 τῶν ὑδάτων RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*8:11 ⸋3 τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*8:12 ⸂ τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα RP ¦ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς f 35 TR ¦ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς TNT2 WH NA NIV SBL

*8:13 ⸂ ἀετοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀγγέλου TR

*8:13 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τρὶς f 35

*8:13 ⸂2 τοῖς κατοικοῦσιν RP f 35 TR ¦ τοὺς κατοικοῦντας TNT2 WH NA NIV SBL