10
1Καὶ εἶδον ⸆ ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ⸋ἡ⸌ ἶρις ἐπὶ ⸂τῆς κεφαλῆς αὐτοῦ,⸃ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός· 2καὶ ⸂ἔχων⸃ ἐν τῇ χειρὶ αὐτοῦ ⸂2βιβλίον⸃ ἀνεῳγμένον· καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ⸂3ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,⸃ 3καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ⸆ ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, ⸆2 Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ ⸂μὴ αὐτὰ γράψῃς.⸃ 5Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ ⸋τὴν δεξιὰν⸌ εἰς τὸν οὐρανόν, 6καὶ ὤμοσεν ⸆ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος ⸉οὐκέτι ἔσται·⸊ 7ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, ⸋καὶ⸌ ⸂ἐτελέσθη⸃ τὸ μυστήριον τοῦ θεοῦ, ⸂2ὡς εὐηγγέλισεν τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.⸃ 8Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν ⸂λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ λέγουσα,⸃ Ὕπαγε, λάβε τὸ ⸂2βιβλιδάριον⸃ τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ ⸋τοῦ⸌ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ ⸂δοῦναί⸃ μοι τὸ βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10Καὶ ἔλαβον τὸ ⸂βιβλίον⸃ ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. 11Καὶ ⸂λέγουσίν⸃ μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ⸋ἐπὶ⸌ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
Notes
*10:1
⸆ – RP f 35 ¦ ἄλλον TR TNT2 WH NA NIV SBL
*10:1
⸋ ἡ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*10:1
⸂ τῆς κεφαλῆς αὐτοῦ RP f 35 NA27+28 NIV ¦ τῆς κεφαλῆς TR ¦ τὴν κεφαλὴν αὐτοῦ TNT2 WH NA25 SBL
*10:2
⸂ ἔχων RP TNT2 WH NA NIV SBL ¦ εἶχεν f 35 TR
*10:2
⸂2 βιβλίον RP ¦ βιβλιδάριον f 35 ¦ βιβλαρίδιον TR TNT2 WH NA NIV SBL
*10:2
⸂3 ἐπὶ τῆς θαλάσσης … ἐπὶ τῆς γῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ τὴν θάλασσαν … ἐπὶ τὴν γῆν TR
*10:4
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰς φωνὰς ἑαυτῶν TR
*10:4
⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR
*10:4
⸂ μὴ αὐτὰ γράψῃς RP TNT2 WH NA NIV SBL ¦ μετα ταῦτα γράφεις f 35 ¦ μὴ ταὐτὰ γράψῃς TR
*10:5
⸋ τὴν δεξιὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*10:6
⸆ – RP SBL ¦ ἐν f 35 TR TNT2 WH NA NIV
*10:6
⸉ οὐκέτι ἔσται RP f 35 TNT2 WH NA NIV SBL ¦ οὐκ ἔσται έτι TR
*10:7
⸋ καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*10:7
⸂ ἐτελέσθη RP TNT2 WH NA NIV SBL ¦ τελεσθῆ f 35 TR
*10:7
⸂2 ὡς εὐηγγέλισεν τοὺς δούλους αὐτοῦ τοὺς προφήτας RP ¦ ὃ εὐηγγελίσατο τοὺς δούλους αὐτοῦ τοὺς προφήτας f 35 ¦ ὡς εὐηγγέλισε τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις TR ¦ ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας TNT2 WH NA NIV SBL
*10:8
⸂ λαλοῦσα … λέγουσα RP f 35 TR ¦ λαλοῦσαν … λέγουσαν TNT2 WH NA NIV SBL
*10:8
⸂2 βιβλιδάριον RP f 35 ¦ βιβλαρίδιον TR ¦ βιβλίον TNT2 WH NA NIV SBL
*10:8
⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*10:9
⸂ δοῦναί RP TNT2 WH NA NIV SBL ¦ δός f 35 TR
*10:10
⸂ βιβλίον RP ¦ βιβλιδάριον f 35 ¦ βιβλαρίδιον TR TNT2 WH NA NIV SBL
*10:11
⸂ λέγουσίν RP TNT2 WH NA NIV SBL ¦ λέγει f 35 TR
*10:11
⸋ ἐπὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL