1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2Καὶ ἐκράτησεν ⸂τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον,⸃ ὅς ἐστιν ⸂2διάβολος καὶ ὁ Σατανᾶς,⸃ ⸋ὁ πλανῶν τὴν οἰκουμένην ὅλην,⸌ καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν ⸆ καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ ⸂πλανᾷ⸃ ⸉ἔτι τὰ ἔθνη,⸊ ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ⸋καὶ⸌ μετὰ ταῦτα δεῖ ⸉2αὐτὸν λυθῆναι⸊ μικρὸν χρόνον.
4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς· καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν ⸂τὸ θηρίον, ⸂2οὐδὲ⸃ τὴν εἰκόνα⸃ αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ⸂3ἐπὶ τὸ μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν·⸃ καὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ ⸋τοῦ⸌ χριστοῦ ⸋2τὰ⸌ χίλια ἔτη. 5 ⸂Καὶ οἱ⸃ λοιποὶ τῶν νεκρῶν οὐκ ⸂2ἔζησαν⸃ ⸂3ἄχρι⸃ τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ⸂ὁ δεύτερος θάνατος⸃ οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ ⸆ χίλια ἔτη.
7Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, ⸂τὸν Γὼγ καὶ τὸν Μαγώγ,⸃ συναγαγεῖν αὐτοὺς εἰς ⸋τὸν⸌ πόλεμον· ὧν ὁ ἀριθμὸς ⸆ ὡς ἡ ἄμμος τῆς θαλάσσης. 9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ⸂ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,⸃ καὶ κατέφαγεν αὐτούς. 10Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου ⸋καὶ⸌ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11Καὶ εἶδον θρόνον ⸉μέγαν λευκόν,⸊ καὶ τὸν καθήμενον ⸂ἐπ᾽ αὐτόν,⸃ οὗ ἀπὸ ⸆ προσώπου ἔφυγεν ⸉2ἡ γῆ καὶ ὁ οὐρανός,⸊ καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12Καὶ εἶδον τοὺς νεκρούς, ⸂τοὺς μεγάλους καὶ τοὺς μικρούς,⸃ ἑστῶτας ἐνώπιον τοῦ ⸂2θρόνου,⸃ καὶ βιβλία ἠνεῴχθησαν· καὶ ⸉ἄλλο βιβλίον⸊ ἠνεῴχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν. 13Καὶ ἔδωκεν ἡ θάλασσα ⸂τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς·⸃ καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ⸂ὁ θάνατος ὁ δεύτερός ἐστιν,⸃ ⸋ἡ λίμνη τοῦ πυρός.⸌ 15Καὶ εἴ τις οὐχ εὑρέθη ἐν ⸂τῷ βιβλίῳ⸃ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

Notes


*20:2 ⸂ τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον RP f 35 TR ¦ τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος TNT2 WH NA NIV SBL

*20:2 ⸂2 διάβολος καὶ ὁ Σατανᾶς RP f 35 TNT2 WH NA NIV SBL ¦ διάβολος καὶ Σατανᾶς TR

*20:2 ⸋ ὁ πλανῶν τὴν οἰκουμένην ὅλην RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*20:3 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτὸν TR

*20:3 ⸂ πλανᾷ RP f 35 ¦ πλανήσῃ TR TNT2 WH NA NIV SBL

*20:3 ⸉ ἔτι τὰ ἔθνη RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ ἔθνη ἔτι TR

*20:3 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:3 ⸉2 αὐτὸν λυθῆναι RP f 35 TR TNT2 ¦ λυθῆναι αὐτὸν WH NA NIV SBL

*20:4 ⸂ τὸ θηρίον … τὴν εἰκόνα RP TNT2 WH NA NIV SBL ¦ τῷ θηριῷ … τῇ εἰκόνι f 35 ¦ τῷ θηριῷ … τὴν εἰκόνα TR

*20:4 ⸂2 οὐδὲ RP TNT2 WH NA NIV SBL ¦ οὔτε f 35 TR

*20:4 ⸂3 ἐπὶ τὸ μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν RP TNT2 WH NA NIV SBL ¦ ἐπὶ τὸ μέτωπον αὐτῶν, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν f 35 TR

*20:4 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*20:4 ⸋2 τὰ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL

*20:5 ⸂ Καὶ οἱ RP f 35 TNT2 ¦ Οἱ δὲ TR ¦ Οἱ WH NA NIV SBL

*20:5 ⸂2 ἔζησαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀνἔζησαν TR

*20:5 ⸂3 ἄχρι RP f 35 TNT2 WH NA NIV SBL ¦ ἕως TR

*20:6 ⸂ ὁ δεύτερος θάνατος RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ θάνατος ὁ δεύτερος TR

*20:6 ⸆ – RP f 35 TR SBL ¦ τὰ TNT2 WH NA NIV

*20:8 ⸂ τὸν Γὼγ καὶ τὸν Μαγώγ RP f 35 TR TNT2 ¦ τὸν Γὼγ καὶ Μαγώγ WH NA NIV SBL

*20:8 ⸋ τὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*20:8 ⸆ – RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL

*20:9 ⸂ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP f 35 ¦ ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ TR TNT2 ¦ ἐκ τοῦ οὐρανοῦ WH NA NIV SBL

*20:10 ⸋ καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*20:11 ⸉ μέγαν λευκόν RP f 35 TNT2 WH NA NIV SBL ¦ λευκὸν μέγαν TR

*20:11 ⸂ ἐπ᾽ αὐτόν RP f 35 NA NIV ¦ ἐπ᾽ αὐτοῦ TR WH SBL ¦ ἐπάνω αὐτοῦ TNT2

*20:11 ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL

*20:11 ⸉2 ἡ γῆ καὶ ὁ οὐρανός RP TR TNT2 WH NA NIV SBL ¦ ὁ οὐρανός καὶ ἡ γῆ f 35

*20:12 ⸂ τοὺς μεγάλους καὶ τοὺς μικρούς RP f 35 TNT2 WH NA NIV SBL ¦ μικρούς καὶ μεγάλους TR

*20:12 ⸂2 θρόνου RP f 35 TNT2 WH NA NIV SBL ¦ θεοῦ TR

*20:12 ⸉ ἄλλο βιβλίον RP f 35 TNT2 WH NA NIV SBL ¦ βιβλίον ἄλλο TR

*20:13 ⸂ τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ … τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς RP TNT2 WH NA NIV SBL ¦ τοὺς ἐν αὐτῇ νεκρούς … τοὺς ἐν αὐτοῖς νεκρούς f 35 TR

*20:14 ⸂ ὁ θάνατος ὁ δεύτερός ἐστιν RP WH NA NIV SBL ¦ ἐστιν ὁ θάνατος ὁ δεύτερός f 35 ¦ ἐστιν ὁ δεύτερός θάνατος TR ¦ ὁ δεύτερός θάνατος ἐστιν TNT2

*20:14 ⸋ ἡ λίμνη τοῦ πυρός RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*20:15 ⸂ τῷ βιβλίῳ RP ¦ τῇ βίβλῳ f 35 TR TNT2 WH NA NIV SBL