4
1 Διαμαρτύρομαι * οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ † τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, ‡ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, 2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς § ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5 Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς * ἐμῆς ἀναλύσεως ἐφέστηκε. 7 Τὸν † ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ‡ ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· § Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. 11 Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 Τὸν * φελόνην ὃν † ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ‡ ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ § ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι * συμπαρεγένετο, ἀλλὰ πάντες με † ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. 17 Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ‡ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ § ἐρρύσθην ἐκ στόματος λέοντος. 18 * Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ † ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
22 Ὁ Κύριος ‡ Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾽ ὑμῶν. § Ἀμήν.*
Notes
* 4:1
ουν εγω 83.5% ¦ — CT 9%
† 4:1
του κυριου ιησου χριστου ¦ χριστου ιησου CT
‡ 4:1
κατα ¦ και CT
§ 4:3
επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας CT 30.2%
* 4:6
εμης αναλυσεως ¦ αναλυσεως μου CT
† 4:7
αγωνα τον καλον ¦ καλον αγωνα CT
‡ 4:10
εγκατελιπεν ¦ εγκατελειπεν TH WH
§ 4:10
κρησκης ¦ κρισκης PCK
* 4:13
φελονην ¦ φαιλονην ANT BYZ HF NA SBL ST
† 4:13
απελιπον ¦ απελειπον TH WH
‡ 4:14
αποδωη ¦ αποδωσει CT
§ 4:15
ανθεστηκε ¦ αντεστη CT
* 4:16
συμπαρεγενετο ¦ παρεγενετο CT
† 4:16
εγκατελιπον ¦ εγκατελειπον TH WH
‡ 4:17
ακουση ¦ ακουσωσι CT
§ 4:17
ερρυσθην ¦ ερυσθην TH WH
* 4:18
και ¦ — CT
† 4:20
απελιπον ¦ απελειπον WH
‡ 4:22
ιησους χριστος ¦ — CT
§ 4:22
αμην ¦ — CT
* 4:22
The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον δευτέρα τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Νέρωνι.
ουν εγω 83.5% ¦ — CT 9%
του κυριου ιησου χριστου ¦ χριστου ιησου CT
κατα ¦ και CT
επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας CT 30.2%
εμης αναλυσεως ¦ αναλυσεως μου CT
αγωνα τον καλον ¦ καλον αγωνα CT
εγκατελιπεν ¦ εγκατελειπεν TH WH
κρησκης ¦ κρισκης PCK
φελονην ¦ φαιλονην ANT BYZ HF NA SBL ST
απελιπον ¦ απελειπον TH WH
αποδωη ¦ αποδωσει CT
ανθεστηκε ¦ αντεστη CT
συμπαρεγενετο ¦ παρεγενετο CT
εγκατελιπον ¦ εγκατελειπον TH WH
ακουση ¦ ακουσωσι CT
ερρυσθην ¦ ερυσθην TH WH
και ¦ — CT
απελιπον ¦ απελειπον WH
ιησους χριστος ¦ — CT
αμην ¦ — CT
The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον δευτέρα τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Νέρωνι.