3
1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ * Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν † ἐνάτην. 2 Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. 3 Ὃς ἰδὼν Πέτρον καὶ ‡ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα § ἐλεημοσύνην. 4 Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ * Ἰωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς. 5 Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. 6 Εἶπε δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, † ἔγειραι καὶ περιπάτει. 7 Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ‡ ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν § αὐτοῦ αἱ βάσεις καὶ τὰ * σφυρά. 8 Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν. 9 Καὶ εἶδεν † αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν· 10 ἐπεγίνωσκόν ‡ τε αὐτὸν ὅτι § οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲ * τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. 12 Ἰδὼν δὲ † Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες ‡ Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; 13 Ὁ Θεὸς Ἀβραὰμ καὶ § Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς * μὲν παρεδώκατε, καὶ ἠρνήσασθε † αὐτὸν κατὰ πρόσωπον ‡ Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. 14 Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16 Καὶ § ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. 18 Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν * αὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω. 19 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, † εἰς τὸ ‡ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου, 20 καὶ ἀποστείλῃ τὸν § προκεχειρισμένον ὑμῖν * Χριστὸν Ἰησοῦν· 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος † πάντων ‡ τῶν ἁγίων § αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος. 22 * Μωσῆς μὲν † γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ‡ ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 Ἔσται δέ, πᾶσα ψυχή, ἥτις § ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, * ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ † κατήγγειλαν τὰς ἡμέρας ταύτας. 25 Ὑμεῖς ἐστε ‡ υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς § διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας * ἡμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ † ἐν τῷ σπέρματί σου ‡ ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 Ὑμῖν πρῶτον § ὁ Θεός, ἀναστήσας τὸν παῖδα αὐτοῦ * Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
Notes
* 3:1
ιωαννης ¦ ιωανης WH
† 3:1
ενατην ¦ εννατην TR
‡ 3:3
ιωαννην ¦ ιωανην WH
§ 3:3
ελεημοσυνην ¦ ελεημοσυνην λαβειν CT ST
* 3:4
ιωαννη ¦ ιωανη WH
† 3:6
εγειραι και ¦ εγειρε και ANT BYZ ECM* HF NA TH ¦ — ECM* SBL WH
‡ 3:7
ηγειρε ¦ ηγειρεν αυτον ECM* NA SBL TH WH
§ 3:7
αυτου αι βασεις ¦ αι βασεις αυτου ECM* NA SBL TH WH
* 3:7
σφυρα ¦ σφυδρα CT
† 3:9
αυτον πας ο λαος ¦ πας ο λαος αυτον ECM* NA SBL TH WH
‡ 3:10
τε ¦ δε ECM* NA SBL TH WH
§ 3:10
ουτος ¦ αυτος ECM* NA TH
* 3:11
του ιαθεντος χωλου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος 78.6% ¦ αυτου τον πετρον και τον ιωαννην (ιωανην WH) συνεδραμεν πας ο λαος προς αυτους ECM* NA SBL TH 2.9% ¦ αυτου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος ECM* 1.8%
† 3:12
πετρος ¦ ο πετρος ECM* NA SBL TH WH
‡ 3:12
ισραηλιται ¦ ισραηλειται TH WH
§ 3:13
ισαακ και ¦ ο θεος ισαακ και ο θεος NA
* 3:13
μεν ¦ — TR
† 3:13
αυτον ¦ — CT
‡ 3:13
πιλατου ¦ πειλατου WH
§ 3:16
επι ¦ — WH
* 3:18
αυτου παθειν τον χριστον ¦ παθειν τον χριστον αυτου CT
† 3:19
εις ¦ προς ECM* SBL WH
‡ 3:19
εξαλειφθηναι ¦ εξαλιφθηναι WH
§ 3:20
προκεχειρισμενον ¦ προκεκηρυγμενον TR
* 3:20
χριστον ιησουν ¦ ιησουν χριστον TR
† 3:21
παντων ¦ — CT
‡ 3:21
των ¦ — ANT TR
§ 3:21
αυτου προφητων απ αιωνος 79.3% ¦ απ αιωνος αυτου προφητων CT 5.3%
* 3:22
μωσης ¦ μωυσης ANT CT PCK
† 3:22
γαρ προς τους πατερας 80.3% ¦ — CT 4%
‡ 3:22
ημων ¦ υμων ANT ECM NA TH TR ¦ — SBL WH
§ 3:23
εαν ¦ αν BYZ PCK SBL TR WH
* 3:23
εξολοθρευθησεται ¦ εξολεθρευθησεται CT
† 3:24
κατηγγειλαν ¦ προκατηγγειλαν BYZ PCK TR
‡ 3:25
υιοι ¦ οι υιοι CT
§ 3:25
διεθετο ο θεος ¦ ο θεος διεθετο WH
* 3:25
ημων ¦ υμων ECM* NA SBL TH WH
† 3:25
εν ¦ — TR
‡ 3:25
ενευλογηθησονται ¦ ευλογηθησονται WH
§ 3:26
ο θεος αναστησας ¦ αναστησας ο θεος ECM* NA SBL TH WH
* 3:26
ιησουν ¦ — CT
ιωαννης ¦ ιωανης WH
ενατην ¦ εννατην TR
ιωαννην ¦ ιωανην WH
ελεημοσυνην ¦ ελεημοσυνην λαβειν CT ST
ιωαννη ¦ ιωανη WH
εγειραι και ¦ εγειρε και ANT BYZ ECM* HF NA TH ¦ — ECM* SBL WH
ηγειρε ¦ ηγειρεν αυτον ECM* NA SBL TH WH
αυτου αι βασεις ¦ αι βασεις αυτου ECM* NA SBL TH WH
σφυρα ¦ σφυδρα CT
αυτον πας ο λαος ¦ πας ο λαος αυτον ECM* NA SBL TH WH
τε ¦ δε ECM* NA SBL TH WH
ουτος ¦ αυτος ECM* NA TH
του ιαθεντος χωλου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος 78.6% ¦ αυτου τον πετρον και τον ιωαννην (ιωανην WH) συνεδραμεν πας ο λαος προς αυτους ECM* NA SBL TH 2.9% ¦ αυτου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος ECM* 1.8%
πετρος ¦ ο πετρος ECM* NA SBL TH WH
ισραηλιται ¦ ισραηλειται TH WH
ισαακ και ¦ ο θεος ισαακ και ο θεος NA
μεν ¦ — TR
αυτον ¦ — CT
πιλατου ¦ πειλατου WH
επι ¦ — WH
αυτου παθειν τον χριστον ¦ παθειν τον χριστον αυτου CT
εις ¦ προς ECM* SBL WH
εξαλειφθηναι ¦ εξαλιφθηναι WH
προκεχειρισμενον ¦ προκεκηρυγμενον TR
χριστον ιησουν ¦ ιησουν χριστον TR
παντων ¦ — CT
των ¦ — ANT TR
αυτου προφητων απ αιωνος 79.3% ¦ απ αιωνος αυτου προφητων CT 5.3%
μωσης ¦ μωυσης ANT CT PCK
γαρ προς τους πατερας 80.3% ¦ — CT 4%
ημων ¦ υμων ANT ECM NA TH TR ¦ — SBL WH
εαν ¦ αν BYZ PCK SBL TR WH
εξολοθρευθησεται ¦ εξολεθρευθησεται CT
κατηγγειλαν ¦ προκατηγγειλαν BYZ PCK TR
υιοι ¦ οι υιοι CT
διεθετο ο θεος ¦ ο θεος διεθετο WH
ημων ¦ υμων ECM* NA SBL TH WH
εν ¦ — TR
ενευλογηθησονται ¦ ευλογηθησονται WH
ο θεος αναστησας ¦ αναστησας ο θεος ECM* NA SBL TH WH
ιησουν ¦ — CT