9
1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ· 4καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; 5Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν. 7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε. 11Ὁ δὲ Κύριος πρὸς αὐτόν, Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. 13Ἀπεκρίθη δὲ Ἀνανίας, Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. 18Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι· 25λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτός, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.
26Παραγενόμενος δὲ ὁ Σαῦλος ἐν Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 28Καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος εἰς Ἱερουσαλήμ, καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν. 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. 34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. 35Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. 38Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν πρὸς αὐτόν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. 40Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε, Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. 41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. 42Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. 43Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Notes
*9:1
εμπνεων ¦ ενπνεων WH
†9:2
της οδου οντας ¦ οντας της οδου ECM*
‡9:3
και εξαιφνης ¦ εξαιφνης τε ECM NA SBL ¦ εξεφνης τε TH WH
§9:3
περιηστραψεν αυτον ¦ αυτον περιηστραψε CT
*9:3
απο ¦ εκ CT
†9:5
κυριος ειπεν ¦ — CT
‡9:5
διωκεις ¦ διωκεις σκληρον σοι προς κεντρα λακτιζειν τρεμων τε και θαμβων ειπε κυριε τι με θελεις ποιησαι και ο κυριος προς αυτον TR
§9:6
αλλα ¦ αλλ ECM NA28 ¦ — TR
*9:6
τι ¦ οτι ECM ¦ ο τι NA SBL TH WH
†9:7
ειστηκεισαν ¦ ιστηκεισαν TH WH
‡9:7
ενεοι ¦ εννεοι BYZ TR
§9:8
ο ¦ — CT
*9:8
τε ¦ δε CT TR
†9:8
ουδενα ¦ ουδεν NA SBL TH WH
‡9:10
ο κυριος εν οραματι ¦ εν οραματι ο κυριος CT
§9:11
αναστας ¦ αναστα WH
*9:12
εν οραματι ανδρα ¦ ανδρα ECM ¦ ανδρα εν οραματι NA SBL TH WH
†9:12
ονοματι ανανιαν ¦ ανανιαν ονοματι CT PCK
‡9:12
χειρα ¦ τας χειρας NA WH ¦ χειρας ECM SBL TH
§9:13
ανανιας ¦ ο ανανιας TR
*9:13
ακηκοα ¦ ηκουσα CT
†9:13
εποιησε τοις αγιοις σου ¦ τοις αγιοις σου εποιησεν ECM* NA SBL TH WH
‡9:15
μοι εστιν ¦ εστι μοι CT
§9:15
εθνων ¦ των εθνων WH
*9:15
και ¦ τε και CT
†9:17
ο ¦ ιησους ο ANT CT TR
‡9:18
απεπεσον ¦ απεπεσαν CT
§9:18
απο των οφθαλμων αυτου ¦ αυτου απο των οφθαλμων CT
*9:18
ωσει ¦ ως ECM* NA SBL TH WH
†9:18
τε ¦ τε παραχρημα BYZ PCK TR
‡9:19
ενισχυσεν ¦ ενισχυθη WH
§9:19
ο σαυλος ¦ — CT
*9:19
των ¦ των οντων ANT
†9:20
χριστον ¦ ιησουν ANT CT PCK
‡9:21
εν ¦ εις NA
§9:21
εληλυθεν ¦ εληλυθει CT TR
*9:22
συνεχυνε ¦ συνεχυννε ECM NA SBL WH
†9:22
τους ¦ — WH
‡9:22
συμβιβαζων ¦ συνβιβαζων WH
§9:24
παρετηρουν τε ¦ παρετηρουντο δε και CT
*9:25
αυτον οι μαθηται 86.6% ¦ οι μαθηται αυτου CT 2.1%
†9:25
καθηκαν δια του τειχους ¦ δια του τειχους καθηκαν αυτον CT
‡9:25
σπυριδι ¦ σφυριδι WH
§9:26
ο σαυλος ¦ — CT
*9:26
εν ¦ εις ANT CT TR
†9:26
επειρατο ¦ επειραζε ECM* NA SBL TH WH
‡9:27
του ιησου ¦ του κυριου ιησου PCK ¦ ιησου WH
§9:28
εισπορευομενος ¦ εισπορευομενος και εκπορευομενος ANT BYZ CT PCK TR
*9:28
εις ¦ εν ANT BYZ PCK TR
†9:28
και ¦ — CT
‡9:28
κυριου ιησου ¦ ιησου PCK ¦ κυριου CT
§9:29
αυτον ανελειν ¦ ανελειν αυτον CT PCK
*9:30
καισαρειαν ¦ καισαριαν WH
†9:30
αυτον ¦ — ECM* PCK
‡9:31
αι … εκκλησιαι … ειχον … οικοδομουμεναι … πορευομεναι … επληθυνοντο 87.6% ¦ η … εκκλησια … ειχεν … οικοδομουμενη … πορευομενη … επληθυνετο CT 7.8%
§9:31
σαμαρειας ¦ σαμαριας WH
*9:32
λυδδαν ¦ λυδδα CT
†9:33
αινεαν ονοματι ¦ ονοματι αινεαν CT
‡9:33
κραββατω ¦ κραββατου BYZ ¦ κραβαττω ANT ¦ κραβαττου ECM* NA SBL TH WH
§9:34
ο ¦ — ECM* NA SBL TH WH
*9:35
ειδον ¦ ειδαν CT
†9:35
λυδδαν ¦ λυδδα CT
‡9:35
ασσαρωνα ¦ σαρωνα ANT CT SCR ¦ σαρωναν ST
§9:36
ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WH
*9:36
αγαθων εργων ¦ εργων αγαθων ECM* NA SBL TH WH
†9:37
αυτην εθηκαν ¦ εθηκαν αυτην ECM* NA SBL TH ¦ εθηκαν WH
‡9:37
υπερωω ¦ τω υπερωω PCK
§9:38
λυδδης ¦ λυδδας CT
*9:38
απεστειλαν ¦ απεστειλαν δυο ανδρας ANT CT TR
†9:38
οκνησαι διελθειν εως αυτων ¦ οκνησης διελθειν εως ημων CT
‡9:40
θεις ¦ και θεις CT
§9:40
ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WH
*9:42
της ¦ — WH
†9:42
πολλοι επιστευσαν ¦ επιστευσαν πολλοι CT
‡9:43
ημερας ικανας μειναι αυτον ECM* ¦ αυτον ημερας ικανας μειναι ECM* PCK TH ¦ ημερας ικανας μειναι ECM* NA SBL WH
εμπνεων ¦ ενπνεων WH
της οδου οντας ¦ οντας της οδου ECM*
και εξαιφνης ¦ εξαιφνης τε ECM NA SBL ¦ εξεφνης τε TH WH
περιηστραψεν αυτον ¦ αυτον περιηστραψε CT
απο ¦ εκ CT
κυριος ειπεν ¦ — CT
διωκεις ¦ διωκεις σκληρον σοι προς κεντρα λακτιζειν τρεμων τε και θαμβων ειπε κυριε τι με θελεις ποιησαι και ο κυριος προς αυτον TR
αλλα ¦ αλλ ECM NA28 ¦ — TR
τι ¦ οτι ECM ¦ ο τι NA SBL TH WH
ειστηκεισαν ¦ ιστηκεισαν TH WH
ενεοι ¦ εννεοι BYZ TR
ο ¦ — CT
τε ¦ δε CT TR
ουδενα ¦ ουδεν NA SBL TH WH
ο κυριος εν οραματι ¦ εν οραματι ο κυριος CT
αναστας ¦ αναστα WH
εν οραματι ανδρα ¦ ανδρα ECM ¦ ανδρα εν οραματι NA SBL TH WH
ονοματι ανανιαν ¦ ανανιαν ονοματι CT PCK
χειρα ¦ τας χειρας NA WH ¦ χειρας ECM SBL TH
ανανιας ¦ ο ανανιας TR
ακηκοα ¦ ηκουσα CT
εποιησε τοις αγιοις σου ¦ τοις αγιοις σου εποιησεν ECM* NA SBL TH WH
μοι εστιν ¦ εστι μοι CT
εθνων ¦ των εθνων WH
και ¦ τε και CT
ο ¦ ιησους ο ANT CT TR
απεπεσον ¦ απεπεσαν CT
απο των οφθαλμων αυτου ¦ αυτου απο των οφθαλμων CT
ωσει ¦ ως ECM* NA SBL TH WH
τε ¦ τε παραχρημα BYZ PCK TR
ενισχυσεν ¦ ενισχυθη WH
ο σαυλος ¦ — CT
των ¦ των οντων ANT
χριστον ¦ ιησουν ANT CT PCK
εν ¦ εις NA
εληλυθεν ¦ εληλυθει CT TR
συνεχυνε ¦ συνεχυννε ECM NA SBL WH
τους ¦ — WH
συμβιβαζων ¦ συνβιβαζων WH
παρετηρουν τε ¦ παρετηρουντο δε και CT
αυτον οι μαθηται 86.6% ¦ οι μαθηται αυτου CT 2.1%
καθηκαν δια του τειχους ¦ δια του τειχους καθηκαν αυτον CT
σπυριδι ¦ σφυριδι WH
ο σαυλος ¦ — CT
εν ¦ εις ANT CT TR
επειρατο ¦ επειραζε ECM* NA SBL TH WH
του ιησου ¦ του κυριου ιησου PCK ¦ ιησου WH
εισπορευομενος ¦ εισπορευομενος και εκπορευομενος ANT BYZ CT PCK TR
εις ¦ εν ANT BYZ PCK TR
και ¦ — CT
κυριου ιησου ¦ ιησου PCK ¦ κυριου CT
αυτον ανελειν ¦ ανελειν αυτον CT PCK
καισαρειαν ¦ καισαριαν WH
αυτον ¦ — ECM* PCK
αι … εκκλησιαι … ειχον … οικοδομουμεναι … πορευομεναι … επληθυνοντο 87.6% ¦ η … εκκλησια … ειχεν … οικοδομουμενη … πορευομενη … επληθυνετο CT 7.8%
σαμαρειας ¦ σαμαριας WH
λυδδαν ¦ λυδδα CT
αινεαν ονοματι ¦ ονοματι αινεαν CT
κραββατω ¦ κραββατου BYZ ¦ κραβαττω ANT ¦ κραβαττου ECM* NA SBL TH WH
ο ¦ — ECM* NA SBL TH WH
ειδον ¦ ειδαν CT
λυδδαν ¦ λυδδα CT
ασσαρωνα ¦ σαρωνα ANT CT SCR ¦ σαρωναν ST
ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WH
αγαθων εργων ¦ εργων αγαθων ECM* NA SBL TH WH
αυτην εθηκαν ¦ εθηκαν αυτην ECM* NA SBL TH ¦ εθηκαν WH
υπερωω ¦ τω υπερωω PCK
λυδδης ¦ λυδδας CT
απεστειλαν ¦ απεστειλαν δυο ανδρας ANT CT TR
οκνησαι διελθειν εως αυτων ¦ οκνησης διελθειν εως ημων CT
θεις ¦ και θεις CT
ταβηθα ¦ ταβιθα ANT ECM HF NA SBL TH TR ¦ ταβειθα WH
της ¦ — WH
πολλοι επιστευσαν ¦ επιστευσαν πολλοι CT
ημερας ικανας μειναι αυτον ECM* ¦ αυτον ημερας ικανας μειναι ECM* PCK TH ¦ ημερας ικανας μειναι ECM* NA SBL WH