2
1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί, 2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ τοῦ Χριστοῦ, 3ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. 4Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. 5Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.
8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· 9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· 11ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν. 13Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζῳοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 14ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων· 17ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. 18Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, 21Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς— 22ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει—κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.
Notes
*2:1
περι ¦ υπερ CT
†2:1
λαοδικεια ¦ λαοδικια TH WH
‡2:1
εωρακασι ¦ εορακαν NA SBL WH ¦ εωρακαν TH
§2:2
συμβιβασθεντων ¦ συμβιβασθεντες NA SBL TH ¦ συνβιβασθεντες WH
*2:2
παντα πλουτον ¦ παν πλουτος CT
†2:2
και πατρος και του 77.8% ¦ πατρος του TH 0.6% ¦ — NA SBL WH 0.3%
‡2:3
της ¦ — CT
§2:4
δε ¦ — CT
*2:4
μη τις ¦ μηδεις CT
†2:7
εν ¦ — NA SBL WH
‡2:7
εν αυτη ¦ — NA SBL TH
§2:11
των αμαρτιων 92.3% ¦ — CT 6.9%
*2:12
βαπτισματι ¦ βαπτισμω NA SBL
†2:12
των ¦ — CT
‡2:13
εν ¦ — PCK WH
§2:13
συνεζωοποιησεν ¦ συνεζωποιησεν ST
*2:13
υμας ¦ — TR
†2:13
ημιν ¦ υμιν SCR
‡2:14
ηρκεν ¦ ηρεν ANT
§2:16
η ¦ και NA WH
*2:16
νουμηνιας ¦ νεομηνιας NA WH
†2:17
χριστου ¦ του χριστου CT TR
‡2:18
μη εωρακεν 80.7% ¦ εορακεν NA SBL WH 1% ¦ εωρακεν TH 0.8%
§2:19
συμβιβαζομενον ¦ συνβιβαζομενον TH WH
*2:20
ει ¦ ει ουν ANT PCK TR
†2:20
χριστω ¦ τω χριστω ANT TR
‡2:23
εθελοθρησκεια ¦ εθελοθρησκια ANT NA SBL WH
περι ¦ υπερ CT
λαοδικεια ¦ λαοδικια TH WH
εωρακασι ¦ εορακαν NA SBL WH ¦ εωρακαν TH
συμβιβασθεντων ¦ συμβιβασθεντες NA SBL TH ¦ συνβιβασθεντες WH
παντα πλουτον ¦ παν πλουτος CT
και πατρος και του 77.8% ¦ πατρος του TH 0.6% ¦ — NA SBL WH 0.3%
της ¦ — CT
δε ¦ — CT
μη τις ¦ μηδεις CT
εν ¦ — NA SBL WH
εν αυτη ¦ — NA SBL TH
των αμαρτιων 92.3% ¦ — CT 6.9%
βαπτισματι ¦ βαπτισμω NA SBL
των ¦ — CT
εν ¦ — PCK WH
συνεζωοποιησεν ¦ συνεζωποιησεν ST
υμας ¦ — TR
ημιν ¦ υμιν SCR
ηρκεν ¦ ηρεν ANT
η ¦ και NA WH
νουμηνιας ¦ νεομηνιας NA WH
χριστου ¦ του χριστου CT TR
μη εωρακεν 80.7% ¦ εορακεν NA SBL WH 1% ¦ εωρακεν TH 0.8%
συμβιβαζομενον ¦ συνβιβαζομενον TH WH
ει ¦ ει ουν ANT PCK TR
χριστω ¦ τω χριστω ANT TR
εθελοθρησκεια ¦ εθελοθρησκια ANT NA SBL WH