2
1Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. 2Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἐκεῖ, ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου· 4 καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς; 8Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. 11Ὁ γὰρ εἰπών, Μὴ μοιχεύσεις, εἶπε καί, Μὴ φονεύσεις· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. 12Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεον κρίσεως.
14Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15Ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, 16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; 17Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἑαυτήν.
18Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. 19Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. 20Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; 21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; 23Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. 24Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον. 25Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.
Notes
*2:1
προσωποληψιαις ¦ προσωπολημψιαις CT
†2:2
την ¦ — CT
‡2:3
και επιβλεψητε ¦ επιβλεψητε δε ECM NA SBL WH
§2:3
εσθητα την λαμπραν ¦ λαμπραν εσθητα PCK
*2:3
αυτω ¦ — CT
†2:3
εκει η καθου ωδε 86.4% ¦ εκει η καθου NA27 TH 1% ¦ η καθου εκει ECM NA28 SBL WH 1%
‡2:4
και 70.3% ¦ — NA27 PCK SBL TH WH 27.3%
§2:5
του κοσμου 89.6% ¦ του κοσμου τουτου TR 6.1% ¦ τω κοσμω CT 2.3%
*2:9
προσωποληπτειτε ¦ προσωπολημπτειτε CT
†2:10
τηρησει πταισει ¦ τηρηση πταιση ANT CT
‡2:11
μοιχευσεις ¦ μοιχευσης ANT CT PCK TR
§2:11
φονευσεις ¦ φονευσης ANT CT PCK TR
*2:11
μοιχευσεις φονευσεις ¦ μοιχευεις φονευεις ECM* NA SBL TH WH
†2:13
ανελεος ¦ ανηλεος PCK ¦ ανιλεως TR
‡2:13
ελεος ¦ ελεος και TR
§2:13
ελεον ¦ ελεος ANT CT TR
*2:14
το ¦ — SBL WH
†2:14
εχη ¦ εχει PCK
‡2:15
δε ¦ — CT
§2:15
ωσι ¦ — NA27 SBL TH WH
*2:16
το ¦ — SBL WH
†2:17
εργα εχη ¦ εχη εργα CT
‡2:18
εκ 87.7% ¦ χωρις CT SCR 11.1%
§2:18
σου ¦ — CT
*2:18
δειξω σοι ¦ σοι δειξω CT
†2:18
μου ¦ — CT
‡2:19
ο θεος εις εστι 80.6% ¦ εις θεος εστι WH 4.1% ¦ εις εστιν ο θεος ECM NA SBL TH 1.8%
§2:20
νεκρα 98.2% ¦ αργη CT 1.6%
*2:24
τοινυν 86.9% ¦ — CT 11.7%
†2:26
γαρ ¦ — WH
‡2:26
των ¦ — CT
προσωποληψιαις ¦ προσωπολημψιαις CT
την ¦ — CT
και επιβλεψητε ¦ επιβλεψητε δε ECM NA SBL WH
εσθητα την λαμπραν ¦ λαμπραν εσθητα PCK
αυτω ¦ — CT
εκει η καθου ωδε 86.4% ¦ εκει η καθου NA27 TH 1% ¦ η καθου εκει ECM NA28 SBL WH 1%
και 70.3% ¦ — NA27 PCK SBL TH WH 27.3%
του κοσμου 89.6% ¦ του κοσμου τουτου TR 6.1% ¦ τω κοσμω CT 2.3%
προσωποληπτειτε ¦ προσωπολημπτειτε CT
τηρησει πταισει ¦ τηρηση πταιση ANT CT
μοιχευσεις ¦ μοιχευσης ANT CT PCK TR
φονευσεις ¦ φονευσης ANT CT PCK TR
μοιχευσεις φονευσεις ¦ μοιχευεις φονευεις ECM* NA SBL TH WH
ανελεος ¦ ανηλεος PCK ¦ ανιλεως TR
ελεος ¦ ελεος και TR
ελεον ¦ ελεος ANT CT TR
το ¦ — SBL WH
εχη ¦ εχει PCK
δε ¦ — CT
ωσι ¦ — NA27 SBL TH WH
το ¦ — SBL WH
εργα εχη ¦ εχη εργα CT
εκ 87.7% ¦ χωρις CT SCR 11.1%
σου ¦ — CT
δειξω σοι ¦ σοι δειξω CT
μου ¦ — CT
ο θεος εις εστι 80.6% ¦ εις θεος εστι WH 4.1% ¦ εις εστιν ο θεος ECM NA SBL TH 1.8%
νεκρα 98.2% ¦ αργη CT 1.6%
τοινυν 86.9% ¦ — CT 11.7%
γαρ ¦ — WH
των ¦ — CT