7
1 Καὶ * περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. 3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου † θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς. 4 Οὐδεὶς γὰρ ‡ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν § ταύτην· ἐγὼ * οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ † καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. 9 Ταῦτα ‡ δὲ εἰπὼν § αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, * τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, † ἀλλ᾽ ὡς ἐν κρυπτῷ. 11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; 12 Καὶ γογγυσμὸς ‡ πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· § ἄλλοι ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη * ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε. 15 † Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς; 16 Ἀπεκρίθη ‡ οὖν αὐτοῖς § ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. 18 Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 Οὐ * Μωσῆς † δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; 20 Ἀπεκρίθη ὁ ὄχλος ‡ καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 Ἀπεκρίθη § Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22 Διὰ τοῦτο * Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ † Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 Εἰ περιτομὴν λαμβάνει ‡ ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος § Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν * κρίνατε.
25 Ἔλεγον οὖν τινες ἐκ τῶν † Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ‡ ἀληθῶς ὁ Χριστός; 27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29 § Ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 * Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον † ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ, ‡ μήτι πλείονα σημεῖα § τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν * ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν. 33 Εἶπεν † οὖν ὁ Ἰησοῦς, Ἔτι ‡ μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 Ζητήσετέ με, καὶ οὐχ § εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 Τίς ἐστιν * οὗτος ὁ λόγος ὃν εἶπε, Ζητήσετέ με, καὶ οὐχ † εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς ‡ εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος § οὗ * ἔμελλον λαμβάνειν οἱ † πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ‡ Ἅγιον, ὅτι § Ἰησοῦς * οὐδέπω ἐδοξάσθη.
40 † Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες ‡ τὸν λόγον § ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. 41 Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός. * Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 † Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος ‡ Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν § Δαυίδ, * ὁ Χριστὸς ἔρχεται; 43 Σχίσμα οὖν † ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ‡ ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε § οὕτως ἐλάλησεν ἄνθρωπος, * ὡς οὗτος ὁ ἄνθρωπος. 47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; 49 † Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ‡ ἐπικατάρατοί εἰσι. 50 Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν § νυκτὸς πρὸς αὐτόν, * εἷς ὢν ἐξ αὐτῶν— 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ † παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52 Ἀπεκρίθησαν καὶ ‡ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; § Ἐρεύνησον καὶ ἴδε ὅτι * προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ † ἐγήγερται.
53 ‡ Καὶ § ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
Notes
* 7:1
περιεπατει ο ιησους μετα ταυτα ¦ μετα ταυτα περιεπατει ο ιησους CT
† 7:3
θεωρησωσι τα εργα σου ¦ θεωρησωσι τα εργα PCK ¦ θεωρησουσι σου τα εργα CT
‡ 7:4
εν κρυπτω τι ¦ τι εν κρυπτω CT
§ 7:8
ταυτην ¦ — CT
* 7:8
ουπω ¦ ουκ NA SBL
† 7:8
καιρος ο εμος ¦ εμος καιρος CT
‡ 7:9
δε ¦ — TH
§ 7:9
αυτοις 87.6% ¦ αυτος NA SBL TH 8.4%
* 7:10
τοτε και αυτος ανεβη εις την εορτην ¦ εις την εορτην τοτε και αυτος ανεβη CT
† 7:10
αλλ ¦ αλλα NA27 SBL TH WH
‡ 7:12
πολυς περι αυτου ην 89.1% ¦ περι αυτου ην πολυς CT 1.4%
§ 7:12
αλλοι ¦ αλλοι δε CT TR
* 7:14
ο ¦ — CT
† 7:15
και εθαυμαζον ¦ εθαυμαζον ουν CT
‡ 7:16
ουν ¦ — TR
§ 7:16
ο ¦ — WH
* 7:19
μωσης ¦ μωυσης ANT CT
† 7:19
δεδωκεν ¦ εδωκεν WH
‡ 7:20
και ειπε ¦ — CT
§ 7:21
ιησους ¦ ο ιησους TR
* 7:22
μωσης ¦ μωυσης ANT CT
† 7:22
μωσεως ¦ μωυσεως ANT CT
‡ 7:23
ανθρωπος ¦ ο ανθρωπος WH
§ 7:23
μωσεως ¦ μωυσεως ANT CT
* 7:24
κρινατε ¦ κρινετε CT
† 7:25
ιεροσολυμιτων ¦ ιεροσολυμειτων TH WH
‡ 7:26
αληθως ¦ — CT
§ 7:29
εγω ¦ εγω δε TR
* 7:31
πολλοι δε εκ του οχλου ¦ εκ του οχλου δε πολλοι CT
† 7:31
οτι ¦ — CT
‡ 7:31
μητι ¦ μη CT
§ 7:31
τουτων ¦ — CT PCK
* 7:32
υπηρετας οι φαρισαιοι και οι αρχιερεις ¦ οι φαρισαιοι και οι αρχιερεις υπηρετας TR ¦ οι αρχιερεις και οι φαρισαιοι υπηρετας CT
† 7:33
ουν ¦ ουν αυτοις TR
‡ 7:33
μικρον χρονον ¦ χρονον μικρον CT
§ 7:34
ευρησετε ¦ ευρησετε με NA WH
* 7:36
ουτος ο λογος ¦ ο λογος ουτος CT
† 7:36
ευρησετε ¦ ευρησετε με NA WH
‡ 7:37
ειστηκει ¦ ιστηκει TH WH
§ 7:39
ου ¦ ο BYZ NA PCK TH
* 7:39
εμελλον ¦ ημελλον PCK
† 7:39
πιστευοντες ¦ πιστευσαντες CT
‡ 7:39
αγιον 96.9% ¦ — NA SBL WH 2%
§ 7:39
ιησους ¦ ο ιησους TR
* 7:39
ουδεπω ¦ ουπω WH
† 7:40
πολλοι ουν εκ του οχλου ¦ εκ του οχλου ουν CT
‡ 7:40
τον λογον 53.2% ¦ των λογων τουτων CT 5%
§ 7:40
ελεγον 98.2% ¦ ελεγον οτι WH 1.5%
* 7:41
αλλοι ¦ αλλοι δε TR ¦ οι δε CT
† 7:42
ουχι ¦ ουχ CT
‡ 7:42
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
§ 7:42
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
* 7:42
ο χριστος ερχεται 97.1% ¦ ερχεται ο χριστος CT 0.8%
† 7:43
εν τω οχλω εγενετο ¦ εγενετο εν τω οχλω CT
‡ 7:44
επεβαλεν ¦ εβαλεν WH
§ 7:46
ουτως ελαλησεν ¦ ελαλησεν ουτως CT
* 7:46
ως ουτος ο ανθρωπος 96.9% ¦ — CT 1.1%
† 7:49
αλλ ¦ αλλα NA27 SBL TH WH
‡ 7:49
επικαταρατοι ¦ επαρατοι CT
§ 7:50
νυκτος 88.3% ¦ — CT 0.7%
* 7:50
εις 95.7% ¦ το προτερον εις NA 2.8% ¦ προτερον εις SBL TH WH 0.7%
† 7:51
παρ αυτου προτερον ¦ πρωτον παρ αυτου CT
‡ 7:52
ειπον ¦ ειπαν CT
§ 7:52
ερευνησον ¦ εραυνησον CT
* 7:52
προφητης εκ της γαλιλαιας 96.8% ¦ εκ της γαλιλαιας προφητης CT 2.2%
† 7:52
εγηγερται ¦ εγειρεται CT
‡ 7:53
{include 7:53–8:11} 78.7% ¦ {omit 7:53–8:11} SBL TH 16.8% [Note: ANT, NA, and WH enclose this text with double brackets. WH places it in a separate section after chapter 21.]
§ 7:53
επορευθη μ3,5 35.7% ¦ απηλθεν μ6,7 ANT BYZ HF PCK 45.2% ¦ επορευθησαν μ1,2 NA WH 10.7% ¦ απηλθον μ4 7.6%
περιεπατει ο ιησους μετα ταυτα ¦ μετα ταυτα περιεπατει ο ιησους CT
θεωρησωσι τα εργα σου ¦ θεωρησωσι τα εργα PCK ¦ θεωρησουσι σου τα εργα CT
εν κρυπτω τι ¦ τι εν κρυπτω CT
ταυτην ¦ — CT
ουπω ¦ ουκ NA SBL
καιρος ο εμος ¦ εμος καιρος CT
δε ¦ — TH
αυτοις 87.6% ¦ αυτος NA SBL TH 8.4%
τοτε και αυτος ανεβη εις την εορτην ¦ εις την εορτην τοτε και αυτος ανεβη CT
αλλ ¦ αλλα NA27 SBL TH WH
πολυς περι αυτου ην 89.1% ¦ περι αυτου ην πολυς CT 1.4%
αλλοι ¦ αλλοι δε CT TR
ο ¦ — CT
και εθαυμαζον ¦ εθαυμαζον ουν CT
ουν ¦ — TR
ο ¦ — WH
μωσης ¦ μωυσης ANT CT
δεδωκεν ¦ εδωκεν WH
και ειπε ¦ — CT
ιησους ¦ ο ιησους TR
μωσης ¦ μωυσης ANT CT
μωσεως ¦ μωυσεως ANT CT
ανθρωπος ¦ ο ανθρωπος WH
μωσεως ¦ μωυσεως ANT CT
κρινατε ¦ κρινετε CT
ιεροσολυμιτων ¦ ιεροσολυμειτων TH WH
αληθως ¦ — CT
εγω ¦ εγω δε TR
πολλοι δε εκ του οχλου ¦ εκ του οχλου δε πολλοι CT
οτι ¦ — CT
μητι ¦ μη CT
τουτων ¦ — CT PCK
υπηρετας οι φαρισαιοι και οι αρχιερεις ¦ οι φαρισαιοι και οι αρχιερεις υπηρετας TR ¦ οι αρχιερεις και οι φαρισαιοι υπηρετας CT
ουν ¦ ουν αυτοις TR
μικρον χρονον ¦ χρονον μικρον CT
ευρησετε ¦ ευρησετε με NA WH
ουτος ο λογος ¦ ο λογος ουτος CT
ευρησετε ¦ ευρησετε με NA WH
ειστηκει ¦ ιστηκει TH WH
ου ¦ ο BYZ NA PCK TH
εμελλον ¦ ημελλον PCK
πιστευοντες ¦ πιστευσαντες CT
αγιον 96.9% ¦ — NA SBL WH 2%
ιησους ¦ ο ιησους TR
ουδεπω ¦ ουπω WH
πολλοι ουν εκ του οχλου ¦ εκ του οχλου ουν CT
τον λογον 53.2% ¦ των λογων τουτων CT 5%
ελεγον 98.2% ¦ ελεγον οτι WH 1.5%
αλλοι ¦ αλλοι δε TR ¦ οι δε CT
ουχι ¦ ουχ CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
ο χριστος ερχεται 97.1% ¦ ερχεται ο χριστος CT 0.8%
εν τω οχλω εγενετο ¦ εγενετο εν τω οχλω CT
επεβαλεν ¦ εβαλεν WH
ουτως ελαλησεν ¦ ελαλησεν ουτως CT
ως ουτος ο ανθρωπος 96.9% ¦ — CT 1.1%
αλλ ¦ αλλα NA27 SBL TH WH
επικαταρατοι ¦ επαρατοι CT
νυκτος 88.3% ¦ — CT 0.7%
εις 95.7% ¦ το προτερον εις NA 2.8% ¦ προτερον εις SBL TH WH 0.7%
παρ αυτου προτερον ¦ πρωτον παρ αυτου CT
ειπον ¦ ειπαν CT
ερευνησον ¦ εραυνησον CT
προφητης εκ της γαλιλαιας 96.8% ¦ εκ της γαλιλαιας προφητης CT 2.2%
εγηγερται ¦ εγειρεται CT
{include 7:53–8:11} 78.7% ¦ {omit 7:53–8:11} SBL TH 16.8% [Note: ANT, NA, and WH enclose this text with double brackets. WH places it in a separate section after chapter 21.]
επορευθη μ 3,5 35.7% ¦ απηλθεν μ 6,7 ANT BYZ HF PCK 45.2% ¦ επορευθησαν μ 1,2 NA WH 10.7% ¦ απηλθον μ 4 7.6%