10
1Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. 2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. 3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά. 4 Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. 5Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
7Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8Πάντες ὅσοι ἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. 11Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. 13 Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. 15Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 17Διὰ τοῦτο ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;
22Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν· 23καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος. 24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. 27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· 28κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29Ὁ πατήρ μου ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. 30Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; 33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε; 35Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ γραφή— 36ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; 37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ. 39Ἐζήτουν οὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ. 41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.
Notes
*10:1
αλλα ¦ αλλ NA28
†10:3
καλει ¦ φωνει CT
‡10:4
και ¦ — CT
§10:4
προβατα ¦ παντα CT
*10:4
εκβαλη ¦ εκβαλλη PCK
†10:5
ακολουθησωσιν ¦ ακολουθησουσιν CT
‡10:7
αυτοις 83.7% ¦ — NA WH 0.5%
§10:7
οτι 73.1% ¦ — WH 26.6%
*10:8
ηλθον ¦ ηλθον προ εμου ANT CT PCK ¦ προ εμου ηλθον TR
†10:12
μισθωτος δε ¦ μισθωτος NA SBL WH ¦ δε μισθωτος TH
‡10:12
εισι ¦ εστι CT
§10:12
τα προβατα ¦ — CT
*10:13
ο δε μισθωτος φευγει ¦ — CT
†10:14
γινωσκω ¦ γεινωσκω TH
‡10:14
γινωσκομαι υπο των εμων ¦ γινωσκουσι με τα εμα NA SBL WH ¦ γεινωσκουσι με τα εμα TH
§10:15
γινωσκει ¦ γεινωσκει TH
*10:15
γινωσκω ¦ γεινωσκω TH
†10:16
με δει ¦ δει με CT
‡10:16
γενησεται 97.7% ¦ γενησονται CT 2.1%
§10:17
ο πατηρ με ¦ με ο πατηρ CT
*10:18
αιρει ¦ ηρεν WH
†10:19
ουν 92.2% ¦ — CT 1.2%
‡10:21
ανοιγειν ¦ ανοιξαι CT
§10:22
δε ¦ τοτε CT
*10:22
εγκαινια ¦ ενκαινια TH WH
†10:22
ιεροσολυμοις ¦ τοις ιεροσολυμοις ANT CT TR
‡10:22
και ¦ — CT
§10:23
σολομωνος ¦ του σολομωντος TR ¦ του σολομωνος ANT CT
*10:24
ειπε ¦ ειπον WH
†10:26
αλλ ¦ αλλα NA27 SBL TH WH
‡10:26
ου γαρ ¦ οτι ουκ CT
§10:26
καθως ειπον υμιν 94.4% ¦ — CT 4.6%
*10:27
ακουει ¦ ακουουσι CT
†10:27
γινωσκω ¦ γεινωσκω TH
‡10:28
ζωην αιωνιον διδωμι αυτοις 97% ¦ διδωμι αυτοις ζωην αιωνιον CT 1.7%
§10:29
ος 92.6% ¦ ο CT 0.5%
*10:29
μειζων παντων 97% ¦ παντων μειζων SBL TH 0.7% ¦ παντων μειζον NA WH 0.1%
†10:29
μου 98.8% ¦ — CT 0.9%
‡10:31
ουν 92.3% ¦ — NA TH WH 1.2%
§10:32
καλα εργα εδειξα υμιν 87.2% ¦ εργα καλα εδειξα υμιν NA SBL TH 9.4% ¦ εργα εδειξα υμιν καλα WH 0.2%
*10:32
μου 99.4% ¦ — NA SBL WH 0.4%
†10:32
λιθαζετε με 98.8% ¦ εμε λιθαζετε CT 1%
‡10:33
λεγοντες ¦ — CT
§10:34
υμων ¦ υμων οτι CT
*10:38
πιστευσατε ¦ πιστευετε CT
†10:38
πιστευσητε 94.4% ¦ γινωσκητε (γεινωσκητε TH) NA SBL WH 1.4%
‡10:38
αυτω ¦ τω πατρι CT
§10:39
ουν παλιν αυτον πιασαι 32.8% ¦ παλιν αυτον πιασαι BYZ TH 29.9% ¦ ουν παλιν πιασαι αυτον ANT PCK 18.3% ¦ ουν αυτον παλιν πιασαι NA WH 11.9%
*10:40
ιωαννης ¦ ιωανης WH
†10:40
εμεινεν ¦ εμενεν WH
‡10:41
ιωαννης ¦ ιωανης WH
§10:41
ιωαννης ¦ ιωανης WH
*10:42
επιστευσαν πολλοι εκει εις αυτον ¦ πολλοι επιστευσαν εις αυτον εκει CT
αλλα ¦ αλλ NA28
καλει ¦ φωνει CT
και ¦ — CT
προβατα ¦ παντα CT
εκβαλη ¦ εκβαλλη PCK
ακολουθησωσιν ¦ ακολουθησουσιν CT
αυτοις 83.7% ¦ — NA WH 0.5%
οτι 73.1% ¦ — WH 26.6%
ηλθον ¦ ηλθον προ εμου ANT CT PCK ¦ προ εμου ηλθον TR
μισθωτος δε ¦ μισθωτος NA SBL WH ¦ δε μισθωτος TH
εισι ¦ εστι CT
τα προβατα ¦ — CT
ο δε μισθωτος φευγει ¦ — CT
γινωσκω ¦ γεινωσκω TH
γινωσκομαι υπο των εμων ¦ γινωσκουσι με τα εμα NA SBL WH ¦ γεινωσκουσι με τα εμα TH
γινωσκει ¦ γεινωσκει TH
γινωσκω ¦ γεινωσκω TH
με δει ¦ δει με CT
γενησεται 97.7% ¦ γενησονται CT 2.1%
ο πατηρ με ¦ με ο πατηρ CT
αιρει ¦ ηρεν WH
ουν 92.2% ¦ — CT 1.2%
ανοιγειν ¦ ανοιξαι CT
δε ¦ τοτε CT
εγκαινια ¦ ενκαινια TH WH
ιεροσολυμοις ¦ τοις ιεροσολυμοις ANT CT TR
και ¦ — CT
σολομωνος ¦ του σολομωντος TR ¦ του σολομωνος ANT CT
ειπε ¦ ειπον WH
αλλ ¦ αλλα NA27 SBL TH WH
ου γαρ ¦ οτι ουκ CT
καθως ειπον υμιν 94.4% ¦ — CT 4.6%
ακουει ¦ ακουουσι CT
γινωσκω ¦ γεινωσκω TH
ζωην αιωνιον διδωμι αυτοις 97% ¦ διδωμι αυτοις ζωην αιωνιον CT 1.7%
ος 92.6% ¦ ο CT 0.5%
μειζων παντων 97% ¦ παντων μειζων SBL TH 0.7% ¦ παντων μειζον NA WH 0.1%
μου 98.8% ¦ — CT 0.9%
ουν 92.3% ¦ — NA TH WH 1.2%
καλα εργα εδειξα υμιν 87.2% ¦ εργα καλα εδειξα υμιν NA SBL TH 9.4% ¦ εργα εδειξα υμιν καλα WH 0.2%
μου 99.4% ¦ — NA SBL WH 0.4%
λιθαζετε με 98.8% ¦ εμε λιθαζετε CT 1%
λεγοντες ¦ — CT
υμων ¦ υμων οτι CT
πιστευσατε ¦ πιστευετε CT
πιστευσητε 94.4% ¦ γινωσκητε (γεινωσκητε TH) NA SBL WH 1.4%
αυτω ¦ τω πατρι CT
ουν παλιν αυτον πιασαι 32.8% ¦ παλιν αυτον πιασαι BYZ TH 29.9% ¦ ουν παλιν πιασαι αυτον ANT PCK 18.3% ¦ ουν αυτον παλιν πιασαι NA WH 11.9%
ιωαννης ¦ ιωανης WH
εμεινεν ¦ εμενεν WH
ιωαννης ¦ ιωανης WH
ιωαννης ¦ ιωανης WH
επιστευσαν πολλοι εκει εις αυτον ¦ πολλοι επιστευσαν εις αυτον εκει CT