22
1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα. 2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 Εἰσῆλθε δὲ * Σατανᾶς εἰς Ἰούδαν τὸν † ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. 4 Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ ‡ στρατηγοῖς τὸ πῶς § αὐτὸν παραδῷ αὐτοῖς. 5 Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ * ἀργύριον δοῦναι. 6 Καὶ ἐξωμολόγησε καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν † αὐτοῖς ἄτερ ὄχλου.
7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ‡ ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα. 8 Καὶ ἀπέστειλε Πέτρον καὶ § Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν. 9 Οἱ δὲ * εἶπον αὐτῷ, Ποῦ θέλεις † ἑτοιμάσομεν; 10 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ‡ οὗ εἰσπορεύεται. 11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 Κἀκεῖνος ὑμῖν δείξει § ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 Ἀπελθόντες δὲ εὗρον καθὼς * εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ † δώδεκα ἀπόστολοι σὺν αὐτῷ. 15 Καὶ εἶπε πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι ‡ οὐκέτι οὐ μὴ φάγω § ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 17 Καὶ δεξάμενος * ποτήριον, εὐχαριστήσας εἶπε, Λάβετε τοῦτο, καὶ διαμερίσατε † ἑαυτοῖς· 18 λέγω γὰρ ὑμῖν ‡ ὅτι οὐ μὴ πίω ἀπὸ § τοῦ * γενήματος τῆς ἀμπέλου, ἕως † ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. 19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 ‡ Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν § ἐκχυνόμενον. 21 Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 22 * Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου † πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται. 23 Καὶ αὐτοὶ ἤρξαντο ‡ συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
24 Ἐγένετο δὲ καὶ § φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 Ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν * γενέσθω ὡς ὁ νεώτερος· καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; † Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ ‡ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν, 30 ἵνα § ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης * μου καὶ † καθίσεσθε ἐπὶ θρόνων, ‡ κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
31 § Εἶπε δὲ ὁ Κύριος, Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ * σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ † ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας ‡ στήριξον τοὺς ἀδελφούς σου. 33 Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 Ὁ δὲ εἶπε, Λέγω σοι, Πέτρε, οὐ § μὴ φωνήσῃ σήμερον ἀλέκτωρ, * πρὶν ἢ τρὶς † ἀπαρνήσῃ μὴ εἰδέναι με.
35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ ‡ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος § ὑστερήσατε; Οἱ δὲ * εἶπον, † Οὐθενός. 36 Εἶπεν ‡ οὖν αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων § βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, * πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ † ἀγοράσει μάχαιραν. 37 Λέγω γὰρ ὑμῖν ὅτι ‡ ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ § τὰ περὶ ἐμοῦ τέλος ἔχει. 38 Οἱ δὲ * εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ † αὐτοῦ. 40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο, 42 λέγων, Πάτερ, εἰ βούλει ‡ παρενεγκεῖν § τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν * γενέσθω. 43 † Ὤφθη δὲ αὐτῷ ἄγγελος ‡ ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. § Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς * μαθητὰς εὗρεν † αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 Ἔτι ‡ δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, § προήρχετο * αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι † αὐτόν. 48 ‡ Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον § εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν * μαχαίρᾳ; 50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν † τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν ‡ αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου § αὐτοῦ, ἰάσατο αὐτόν. 52 Εἶπε δὲ * ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους † ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ‡ ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 Καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. § Ἀλλ᾽ αὕτη * ὑμῶν ἐστιν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον † αὐτὸν εἰς ‡ τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 § Ἁψάντων δὲ * πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ † συγκαθισάντων ‡ αὐτῶν, ἐκάθητο ὁ Πέτρος § ἐν μέσῳ αὐτῶν. 56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε, Καὶ οὗτος σὺν αὐτῷ ἦν. 57 Ὁ δὲ ἠρνήσατο * αὐτόν, λέγων, † Γύναι, οὐκ οἶδα αὐτόν. 58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος ‡ εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί. 59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 Εἶπε δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν § ἀλέκτωρ. 61 Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ * λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα † φωνῆσαι, ἀπαρνήσῃ με τρίς. 62 Καὶ ἐξελθὼν ἔξω ‡ ὁ Πέτρος ἔκλαυσε πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες § τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ, * δέροντες. 64 Καὶ περικαλύψαντες αὐτόν, † ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτόν, λέγοντες, Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε; 65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς ‡ καὶ γραμματεῖς, καὶ § ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον * αὐτῶν, λέγοντες, 67 Εἰ σὺ εἶ ὁ Χριστός, † εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· 68 ἐὰν δὲ ‡ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ § μοι, ἢ ἀπολύσητε. 69 Ἀπὸ τοῦ * νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 † Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 Οἱ δὲ ‡ εἶπον, Τί ἔτι § χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Notes
* 22:3
σατανας ¦ ο σατανας ANT PCK TR
† 22:3
επικαλουμενον ¦ καλουμενον CT
‡ 22:4
στρατηγοις ¦ τοις στρατηγοις TR ¦ γραμματευσιν και στρατηγοις ANT
§ 22:4
αυτον παραδω αυτοις ¦ αυτοις παραδω αυτον CT
* 22:5
αργυριον ¦ αργυρια ANT PCK
† 22:6
αυτοις ατερ οχλου ¦ ατερ οχλου αυτοις CT
‡ 22:7
εν ¦ — SBL TH WH
§ 22:8
ιωαννην ¦ ιωανην WH
* 22:9
ειπον ¦ ειπαν CT
† 22:9
ετοιμασομεν ¦ ετοιμασωμεν ANT BYZ CT TR
‡ 22:10
ου ¦ εις ην CT
§ 22:12
ανωγεον ¦ αναγαιον CT PCK ¦ ανωγαιον ANT
* 22:13
ειρηκεν ¦ ειρηκει CT
† 22:14
δωδεκα ¦ — CT
‡ 22:16
ουκετι ¦ — CT
§ 22:16
εξ αυτου ¦ αυτο CT
* 22:17
ποτηριον ¦ το ποτηριον ANT
† 22:17
εαυτοις ¦ εις εαυτους CT
‡ 22:18
οτι ¦ — SBL TH WH
§ 22:18
του ¦ του νυν απο του CT
* 22:18
γενηματος ¦ γεννηματος TR
† 22:18
οτου ¦ ου CT
‡ 22:20
ωσαυτως και το ποτηριον ¦ και το ποτηριον ωσαυτως CT
§ 22:20
εκχυνομενον ¦ εκχυννομενον CT
* 22:22
και ο μεν υιος ¦ οτι ο υιος μεν CT
† 22:22
πορευεται κατα το ωρισμενον ¦ κατα το ωρισμενον πορευεται CT
‡ 22:23
συζητειν ¦ συνζητειν TH WH
§ 22:24
φιλονεικια ¦ φιλονικια TH
* 22:26
γενεσθω ¦ γινεσθω ANT NA SBL WH ¦ γεινεσθω TH
† 22:27
ουχι ¦ ουχ PCK
‡ 22:27
ειμι εν μεσω υμων ¦ εν μεσω υμων ειμι CT
§ 22:30
εσθιητε ¦ εσθητε CT
* 22:30
μου ¦ μου εν τη βασιλεια μου ANT BYZ CT HF PCK TR
† 22:30
καθισεσθε ¦ καθισησθε TR ¦ καθησεσθε NA SBL ¦ καθησθε TH WH
‡ 22:30
κρινοντες τας δωδεκα φυλας ¦ τας δωδεκα φυλας κρινοντες CT
§ 22:31
ειπε δε ο κυριος ¦ — NA SBL WH
* 22:31
σινιασαι ¦ σεινιασαι TH
† 22:32
εκλιπη ¦ εκλειπη BYZ TR
‡ 22:32
στηριξον ¦ στηρισον CT
§ 22:34
μη φωνηση ¦ μη φωνησει TR ¦ φωνησει ANT CT
* 22:34
πριν η ¦ εως CT
† 22:34
απαρνηση μη ειδεναι με ¦ με απαρνηση ειδεναι CT
‡ 22:35
βαλαντιου ¦ βαλλαντιου ANT CT
§ 22:35
υστερησατε ¦ υστερηθητε ANT
* 22:35
ειπον ¦ ειπαν CT
† 22:35
ουθενος ¦ ουδενος PCK TR
‡ 22:36
ουν ¦ δε CT
§ 22:36
βαλαντιον ¦ βαλλαντιον ANT CT
* 22:36
πωλησει ¦ πωλησατω CT TR
† 22:36
αγορασει ¦ αγορασατω CT TR
‡ 22:37
ετι ¦ — CT
§ 22:37
τα ¦ το CT
* 22:38
ειπον ¦ ειπαν CT
† 22:39
αυτου ¦ — CT
‡ 22:42
παρενεγκειν ¦ παρενεγκε CT SCR
§ 22:42
το ποτηριον τουτο ¦ τουτο το ποτηριον ANT CT
* 22:42
γενεσθω ¦ γινεσθω ANT BYZ NA SBL WH ¦ γεινεσθω TH
† 22:43
{include verses 43–44} 98.7% ¦ {omit verses 43–44} 1% [Note: Included in the figure of 98.7% are 38 manuscripts that also include the content of verses 43–44 after Matthew 26:39. An additional six manuscripts include the content of verses 43–44 only after Matthew 26:39. NA and WH enclose this text with double brackets.]
‡ 22:43
απ ¦ απο του WH
§ 22:44
εγενετο δε ¦ και εγενετο NA SBL WH
* 22:45
μαθητας ¦ μαθητας αυτου SCR
† 22:45
αυτους κοιμωμενους ¦ κοιμωμενους αυτους CT
‡ 22:47
δε ¦ — CT
§ 22:47
προηρχετο ¦ προηγεν ANT
* 22:47
αυτους ¦ αυτων TR
† 22:47
αυτον ¦ αυτον τουτο γαρ σημειον δεδωκει αυτοις ον αν φιλησω αυτος εστιν ANT PCK
‡ 22:48
ο δε ιησους ¦ ιησους δε CT
§ 22:49
ειπον αυτω ¦ ειπαν CT
* 22:49
μαχαιρα ¦ μαχαιρη CT
† 22:50
τον δουλον του αρχιερεως ¦ του αρχιερεως τον δουλον CT
‡ 22:50
αυτου το ους ¦ το ους αυτου CT
§ 22:51
αυτου ¦ — CT
* 22:52
ο ¦ — CT
† 22:52
επ ¦ προς PCK
‡ 22:52
εξεληλυθατε ¦ εξηλθατε CT
§ 22:53
αλλ ¦ αλλα PCK
* 22:53
υμων εστιν ¦ εστιν υμων ANT CT
† 22:54
αυτον ¦ — CT PCK
‡ 22:54
τον οικον ¦ την οικιαν CT
§ 22:55
αψαντων ¦ περιαψαντων CT
* 22:55
πυρ ¦ πυραν ANT
† 22:55
συγκαθισαντων ¦ συνκαθισαντων TH WH
‡ 22:55
αυτων ¦ — CT
§ 22:55
εν μεσω ¦ μεσος CT
* 22:57
αυτον ¦ — ANT CT
† 22:57
γυναι ουκ οιδα αυτον ¦ ουκ οιδα αυτον γυναι CT
‡ 22:58
ειπεν ¦ εφη CT
§ 22:60
αλεκτωρ ¦ ο αλεκτωρ TR
* 22:61
λογου ¦ ρηματος NA TH WH
† 22:61
φωνησαι ¦ φωνησαι σημερον CT
‡ 22:62
ο πετρος ¦ — CT PCK
§ 22:63
τον ιησουν ¦ αυτον CT
* 22:63
δεροντες ¦ δαιροντες PCK
† 22:64
ετυπτον αυτου το προσωπον και επηρωτων αυτον ¦ επηρωτων CT
‡ 22:66
και ¦ τε και CT PCK TR
§ 22:66
ανηγαγον ¦ απηγαγον CT PCK
* 22:66
αυτων ¦ εαυτων ANT TR
† 22:67
ειπε ¦ ειπον CT
‡ 22:68
και ¦ — CT
§ 22:68
μοι η απολυσητε 93.7% ¦ — CT 0.4%
* 22:69
νυν ¦ νυν δε CT
† 22:70
ειπον ¦ ειπαν CT
‡ 22:71
ειπον ¦ ειπαν CT
§ 22:71
χρειαν εχομεν μαρτυριας ¦ εχομεν μαρτυριας χρειαν CT
σατανας ¦ ο σατανας ANT PCK TR
επικαλουμενον ¦ καλουμενον CT
στρατηγοις ¦ τοις στρατηγοις TR ¦ γραμματευσιν και στρατηγοις ANT
αυτον παραδω αυτοις ¦ αυτοις παραδω αυτον CT
αργυριον ¦ αργυρια ANT PCK
αυτοις ατερ οχλου ¦ ατερ οχλου αυτοις CT
εν ¦ — SBL TH WH
ιωαννην ¦ ιωανην WH
ειπον ¦ ειπαν CT
ετοιμασομεν ¦ ετοιμασωμεν ANT BYZ CT TR
ου ¦ εις ην CT
ανωγεον ¦ αναγαιον CT PCK ¦ ανωγαιον ANT
ειρηκεν ¦ ειρηκει CT
δωδεκα ¦ — CT
ουκετι ¦ — CT
εξ αυτου ¦ αυτο CT
ποτηριον ¦ το ποτηριον ANT
εαυτοις ¦ εις εαυτους CT
οτι ¦ — SBL TH WH
του ¦ του νυν απο του CT
γενηματος ¦ γεννηματος TR
οτου ¦ ου CT
ωσαυτως και το ποτηριον ¦ και το ποτηριον ωσαυτως CT
εκχυνομενον ¦ εκχυννομενον CT
και ο μεν υιος ¦ οτι ο υιος μεν CT
πορευεται κατα το ωρισμενον ¦ κατα το ωρισμενον πορευεται CT
συζητειν ¦ συνζητειν TH WH
φιλονεικια ¦ φιλονικια TH
γενεσθω ¦ γινεσθω ANT NA SBL WH ¦ γεινεσθω TH
ουχι ¦ ουχ PCK
ειμι εν μεσω υμων ¦ εν μεσω υμων ειμι CT
εσθιητε ¦ εσθητε CT
μου ¦ μου εν τη βασιλεια μου ANT BYZ CT HF PCK TR
καθισεσθε ¦ καθισησθε TR ¦ καθησεσθε NA SBL ¦ καθησθε TH WH
κρινοντες τας δωδεκα φυλας ¦ τας δωδεκα φυλας κρινοντες CT
ειπε δε ο κυριος ¦ — NA SBL WH
σινιασαι ¦ σεινιασαι TH
εκλιπη ¦ εκλειπη BYZ TR
στηριξον ¦ στηρισον CT
μη φωνηση ¦ μη φωνησει TR ¦ φωνησει ANT CT
πριν η ¦ εως CT
απαρνηση μη ειδεναι με ¦ με απαρνηση ειδεναι CT
βαλαντιου ¦ βαλλαντιου ANT CT
υστερησατε ¦ υστερηθητε ANT
ειπον ¦ ειπαν CT
ουθενος ¦ ουδενος PCK TR
ουν ¦ δε CT
βαλαντιον ¦ βαλλαντιον ANT CT
πωλησει ¦ πωλησατω CT TR
αγορασει ¦ αγορασατω CT TR
ετι ¦ — CT
τα ¦ το CT
ειπον ¦ ειπαν CT
αυτου ¦ — CT
παρενεγκειν ¦ παρενεγκε CT SCR
το ποτηριον τουτο ¦ τουτο το ποτηριον ANT CT
γενεσθω ¦ γινεσθω ANT BYZ NA SBL WH ¦ γεινεσθω TH
{include verses 43–44} 98.7% ¦ {omit verses 43–44} 1% [Note: Included in the figure of 98.7% are 38 manuscripts that also include the content of verses 43–44 after Matthew 26:39. An additional six manuscripts include the content of verses 43–44 only after Matthew 26:39. NA and WH enclose this text with double brackets.]
απ ¦ απο του WH
εγενετο δε ¦ και εγενετο NA SBL WH
μαθητας ¦ μαθητας αυτου SCR
αυτους κοιμωμενους ¦ κοιμωμενους αυτους CT
δε ¦ — CT
προηρχετο ¦ προηγεν ANT
αυτους ¦ αυτων TR
αυτον ¦ αυτον τουτο γαρ σημειον δεδωκει αυτοις ον αν φιλησω αυτος εστιν ANT PCK
ο δε ιησους ¦ ιησους δε CT
ειπον αυτω ¦ ειπαν CT
μαχαιρα ¦ μαχαιρη CT
τον δουλον του αρχιερεως ¦ του αρχιερεως τον δουλον CT
αυτου το ους ¦ το ους αυτου CT
αυτου ¦ — CT
ο ¦ — CT
επ ¦ προς PCK
εξεληλυθατε ¦ εξηλθατε CT
αλλ ¦ αλλα PCK
υμων εστιν ¦ εστιν υμων ANT CT
αυτον ¦ — CT PCK
τον οικον ¦ την οικιαν CT
αψαντων ¦ περιαψαντων CT
πυρ ¦ πυραν ANT
συγκαθισαντων ¦ συνκαθισαντων TH WH
αυτων ¦ — CT
εν μεσω ¦ μεσος CT
αυτον ¦ — ANT CT
γυναι ουκ οιδα αυτον ¦ ουκ οιδα αυτον γυναι CT
ειπεν ¦ εφη CT
αλεκτωρ ¦ ο αλεκτωρ TR
λογου ¦ ρηματος NA TH WH
φωνησαι ¦ φωνησαι σημερον CT
ο πετρος ¦ — CT PCK
τον ιησουν ¦ αυτον CT
δεροντες ¦ δαιροντες PCK
ετυπτον αυτου το προσωπον και επηρωτων αυτον ¦ επηρωτων CT
και ¦ τε και CT PCK TR
ανηγαγον ¦ απηγαγον CT PCK
αυτων ¦ εαυτων ANT TR
ειπε ¦ ειπον CT
και ¦ — CT
μοι η απολυσητε 93.7% ¦ — CT 0.4%
νυν ¦ νυν δε CT
ειπον ¦ ειπαν CT
ειπον ¦ ειπαν CT
χρειαν εχομεν μαρτυριας ¦ εχομεν μαρτυριας χρειαν CT