7
1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ * κοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας † ἄρτους ‡ ἐμέμψαντο. 3 Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4 καὶ § ἀπὸ ἀγορᾶς, ἐὰν μὴ * βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ † χαλκίων καὶ κλινῶν. 5 ‡ Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί § οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, * ἀλλὰ † ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; 6 Ὁ δὲ ‡ ἀποκριθεὶς εἶπεν αὐτοῖς § ὅτι Καλῶς * προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς † γέγραπται,
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
7 Μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
8 Ἀφέντες ‡ γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, § βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν * τηρήσητε. 10 † Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12 ‡ καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ § αὐτοῦ ἢ τῇ μητρὶ * αὐτοῦ, 13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 Καὶ προσκαλεσάμενος † πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, ‡ Ἀκούετέ μου πάντες, καὶ § συνίετε. 15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται * αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ † ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 ‡ Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ § περὶ τῆς παραβολῆς. 18 Καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; * Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, † καθαρίζον πάντα τὰ βρώματα. 20 Ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ‡ μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 § Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ * μεθόρια Τύρου † καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς ‡ οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ § ἠδυνήθη λαθεῖν. 25 * Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ· 26 † ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, ‡ Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον § ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 * Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ † καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ‡ βαλεῖν τοῖς κυναρίοις. 28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, § Ναί, Κύριε· καὶ * γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης † ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε ‡ τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ § δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
31 Καὶ πάλιν * ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου † καὶ Σιδῶνος, ἦλθε ‡ πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 Καὶ φέρουσιν αὐτῷ § κωφὸν * μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξε, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι. 35 Καὶ † εὐθέως ‡ διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ § εἴπωσιν· ὅσον δὲ * αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ † τοὺς ἀλάλους λαλεῖν.
Notes
* 7:2
κοιναις … εσθιοντας ¦ οτι κοιναις … εσθιουσι CT
† 7:2
αρτους ¦ τους αρτους CT
‡ 7:2
εμεμψαντο ¦ — CT
§ 7:4
απο ¦ απ CT
* 7:4
βαπτισωνται 78.4% ¦ ραντισωνται WH 3.4%
† 7:4
χαλκιων (χαλκειων PCK) και κλινων 98.6% ¦ χαλκιων TH WH 0.6%
‡ 7:5
επειτα ¦ και CT
§ 7:5
οι μαθηται σου ου περιπατουσι ¦ ου περιπατουσιν οι μαθηται σου ANT CT
* 7:5
αλλα ¦ αλλ ANT
† 7:5
ανιπτοις ¦ κοιναις CT
‡ 7:6
αποκριθεις ¦ — CT
§ 7:6
οτι ¦ — CT
* 7:6
προεφητευσεν ¦ επροφητευσεν CT
† 7:6
γεγραπται ¦ γεγραπται οτι NA SBL TH WH
‡ 7:8
γαρ ¦ — CT
§ 7:8
βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε 74.8% ¦ — CT 1.7%
* 7:9
τηρησητε 97.6% ¦ στησητε NA 0.7%
† 7:10
μωσης ¦ μωυσης ANT CT
‡ 7:12
και ¦ — NA SBL TH WH
§ 7:12
αυτου ¦ — CT
* 7:12
αυτου ¦ — CT
† 7:14
παντα ¦ παλιν CT
‡ 7:14
ακουετε ¦ ακουσατε CT
§ 7:14
συνιετε ¦ συνετε CT
* 7:15
αυτον κοινωσαι ¦ κοινωσαι αυτον CT
† 7:15
εκπορευομενα απ αυτου εκεινα ¦ εκπορευομενα ANT ¦ εκ του ανθρωπου εκπορευομενα CT
‡ 7:16
ει τις εχει ωτα ακουειν ακουετω 97.6% ¦ — ANT NA SBL TH WH 1.1% [Note: ECM encloses this text with double brackets.]
§ 7:17
περι της παραβολης ¦ την παραβολην CT
* 7:18
ου ¦ ουπω ANT
† 7:19
καθαριζον ¦ καθαριζων CT
‡ 7:21
μοιχειαι πορνειαι φονοι κλοπαι ¦ πορνειαι κλοπαι φονοι μοιχειαι CT
§ 7:24
και εκειθεν ¦ εκειθεν δε CT
* 7:24
μεθορια ¦ ορια CT
† 7:24
και σιδωνος ¦ — ECM* NA SBL
‡ 7:24
οικιαν ¦ την οικιαν TR
§ 7:24
ηδυνηθη ¦ ηδυνασθη WH
* 7:25
ακουσασα γαρ ¦ αλλ ευθυς ακουσασα CT
† 7:26
ην δε η γυνη ¦ η δε γυνη ην ANT ECM NA SBL WH ¦ η γυνη δε ην TH
‡ 7:26
συραφοινικισσα ¦ συροφοινισσα TR ¦ συροφοινικισσα ANT CT
§ 7:26
εκβαλη ¦ εκβαλλη TR
* 7:27
ο δε ιησους ειπεν ¦ και ελεγεν CT
† 7:27
καλον εστι ¦ εστι καλον ANT ECM NA TH WH
‡ 7:27
βαλειν τοις κυναριοις ¦ τοις κυναριοις βαλειν ANT CT
§ 7:28
ναι ¦ — ECM NA SBL
* 7:28
γαρ ¦ — ANT CT
† 7:28
εσθιει ¦ εσθιουσιν ANT CT
‡ 7:29
το δαιμονιον εκ της θυγατρος σου ¦ εκ της θυγατρος σου το δαιμονιον CT
§ 7:30
δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης ¦ παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος ANT ECM NA SBL WH ¦ παιδιον βεβλημενον επι την κλεινην και το δαιμονιον εξεληλυθος TH
* 7:31
εξελθων ¦ εξελθων ο ιησους PCK
† 7:31
και σιδωνος ηλθε 98% ¦ ηλθε δια σιδωνος CT 0.7%
‡ 7:31
προς ¦ εις CT
§ 7:32
κωφον ¦ κωφον και ECM* NA SBL TH WH
* 7:32
μογγιλαλον ¦ μογιλαλον ANT BYZ CT TR
† 7:35
ευθεως ¦ — ECM SBL TH WH
‡ 7:35
διηνοιχθησαν ¦ ηνοιγησαν CT
§ 7:36
ειπωσιν ¦ λεγωσιν CT
* 7:36
αυτος αυτοις διεστελλετο ¦ αυτοις διεστελλετο αυτοι CT
† 7:37
τους ¦ — ECM SBL TH WH
κοιναις … εσθιοντας ¦ οτι κοιναις … εσθιουσι CT
αρτους ¦ τους αρτους CT
εμεμψαντο ¦ — CT
απο ¦ απ CT
βαπτισωνται 78.4% ¦ ραντισωνται WH 3.4%
χαλκιων (χαλκειων PCK) και κλινων 98.6% ¦ χαλκιων TH WH 0.6%
επειτα ¦ και CT
οι μαθηται σου ου περιπατουσι ¦ ου περιπατουσιν οι μαθηται σου ANT CT
αλλα ¦ αλλ ANT
ανιπτοις ¦ κοιναις CT
αποκριθεις ¦ — CT
οτι ¦ — CT
προεφητευσεν ¦ επροφητευσεν CT
γεγραπται ¦ γεγραπται οτι NA SBL TH WH
γαρ ¦ — CT
βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε 74.8% ¦ — CT 1.7%
τηρησητε 97.6% ¦ στησητε NA 0.7%
μωσης ¦ μωυσης ANT CT
και ¦ — NA SBL TH WH
αυτου ¦ — CT
αυτου ¦ — CT
παντα ¦ παλιν CT
ακουετε ¦ ακουσατε CT
συνιετε ¦ συνετε CT
αυτον κοινωσαι ¦ κοινωσαι αυτον CT
εκπορευομενα απ αυτου εκεινα ¦ εκπορευομενα ANT ¦ εκ του ανθρωπου εκπορευομενα CT
ει τις εχει ωτα ακουειν ακουετω 97.6% ¦ — ANT NA SBL TH WH 1.1% [Note: ECM encloses this text with double brackets.]
περι της παραβολης ¦ την παραβολην CT
ου ¦ ουπω ANT
καθαριζον ¦ καθαριζων CT
μοιχειαι πορνειαι φονοι κλοπαι ¦ πορνειαι κλοπαι φονοι μοιχειαι CT
και εκειθεν ¦ εκειθεν δε CT
μεθορια ¦ ορια CT
και σιδωνος ¦ — ECM* NA SBL
οικιαν ¦ την οικιαν TR
ηδυνηθη ¦ ηδυνασθη WH
ακουσασα γαρ ¦ αλλ ευθυς ακουσασα CT
ην δε η γυνη ¦ η δε γυνη ην ANT ECM NA SBL WH ¦ η γυνη δε ην TH
συραφοινικισσα ¦ συροφοινισσα TR ¦ συροφοινικισσα ANT CT
εκβαλη ¦ εκβαλλη TR
ο δε ιησους ειπεν ¦ και ελεγεν CT
καλον εστι ¦ εστι καλον ANT ECM NA TH WH
βαλειν τοις κυναριοις ¦ τοις κυναριοις βαλειν ANT CT
ναι ¦ — ECM NA SBL
γαρ ¦ — ANT CT
εσθιει ¦ εσθιουσιν ANT CT
το δαιμονιον εκ της θυγατρος σου ¦ εκ της θυγατρος σου το δαιμονιον CT
δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης ¦ παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος ANT ECM NA SBL WH ¦ παιδιον βεβλημενον επι την κλεινην και το δαιμονιον εξεληλυθος TH
εξελθων ¦ εξελθων ο ιησους PCK
και σιδωνος ηλθε 98% ¦ ηλθε δια σιδωνος CT 0.7%
προς ¦ εις CT
κωφον ¦ κωφον και ECM* NA SBL TH WH
μογγιλαλον ¦ μογιλαλον ANT BYZ CT TR
ευθεως ¦ — ECM SBL TH WH
διηνοιχθησαν ¦ ηνοιγησαν CT
ειπωσιν ¦ λεγωσιν CT
αυτος αυτοις διεστελλετο ¦ αυτοις διεστελλετο αυτοι CT
τους ¦ — ECM SBL TH WH