1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῳ, ὃς οὐ μὴ καταλυθῇ.
3Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, 4 Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; 5Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. 7Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. 8Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα.
9Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. 10Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 12 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 13Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ—ὁ ἀναγινώσκων νοείτω—τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· 15δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ· 16καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. 19Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20Καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας. 21 Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ Χριστός, Ἰδού, ἐκεῖ, μὴ πιστεύετε. 22Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 23Ὑμεῖς δὲ βλέπετε· ἰδού, προείρηκα ὑμῖν πάντα.
24 Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ πάντα ταῦτα γένηται. 31Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ· 36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 Ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.

Notes


*13:2 ο ιησους αποκριθεις ¦ αποκριθεις ο ιησους PCK ¦ ο ιησους CT

13:2 αφεθη 78.4% ¦ αφεθη ωδε ANT CT PCK 21.4%

13:2 λιθω ¦ λιθον ANT CT

§13:3 επηρωτων ¦ επηρωτα CT

*13:3 ιωαννης ¦ ιωανης WH

13:4 ειπε ¦ ειπον CT

13:4 παντα ταυτα συντελεισθαι ¦ ταυτα συντελεισθαι παντα CT

§13:5 αποκριθεις αυτοις ηρξατο λεγειν ¦ αποκριθεις ηρξατο λεγειν αυτοις ANT ¦ ηρξατο λεγειν αυτοις CT

*13:6 γαρ ¦ — CT

13:7 γαρ ¦ — CT

13:8 επι ¦ επ CT

§13:8 και ¦ — CT

*13:8 και ¦ — CT

13:8 λιμοι και ταραχαι 96% ¦ λιμοι CT 0.5%

13:8 αρχαι ¦ αρχη CT

§13:9 γαρ ¦ — CT

*13:9 εις συναγωγας ¦ εν ταις συναγωγαις αυτων ANT

13:9 σταθησεσθε ¦ αχθησεσθε PCK SCR

13:10 δει πρωτον ¦ πρωτον δει ECM* NA SBL TH WH

§13:11 οταν δε ¦ και οταν CT

*13:11 αγαγωσιν ¦ αγωσιν CT PCK

13:11 λαλησητε ¦ λαλησετε PCK

13:11 μηδε μελετατε ¦ — CT

§13:11 εστε υμεις ¦ υμεις εστε ANT

*13:12 παραδωσει δε ¦ και παραδωσει CT

13:13 μισουμενοι ¦ μεισουμενοι TH

13:14 το ρηθεν υπο δανιηλ του προφητου ¦ — CT

§13:14 εστως ¦ εστηκοτα CT

*13:15 δε ¦ — SBL WH

13:15 εις την οικιαν 94.3% ¦ — CT 2.6%

13:15 εισελθετω ¦ εισελθατω CT

§13:15 αραι τι ¦ τι αραι SBL TH WH

*13:16 ων ¦ — CT

13:18 η φυγη υμων ¦ — CT

13:19 ης ¦ ην CT

§13:20 κυριος εκολοβωσε ¦ εκολοβωσε κυριος ANT ECM NA SBL WH

*13:21 τοτε ¦ και τοτε ANT BYZ CT HF TR

13:21 ιδου ¦ ιδε CT

13:21 η ¦ — ANT CT PCK

§13:21 ιδου ¦ ιδε CT

*13:21 πιστευετε ¦ πιστευσητε PCK TR

13:22 και ¦ — ECM* NA SBL TH WH

13:23 ιδου ¦ — ECM* NA SBL TH WH

§13:23 παντα ¦ απαντα ANT

*13:24 αλλ ¦ αλλα NA27 SBL TH WH

13:25 του ουρανου εσονται εκπιπτοντες ¦ εσονται εκ του ουρανου πιπτοντες ANT CT

13:27 αυτου ¦ — ECM* NA SBL TH WH

§13:27 αυτου ¦ — SBL

*13:27 γης ¦ της γης ANT

13:27 ουρανου ¦ του ουρανου ANT

13:28 αυτης ηδη ο κλαδος 49.8% ¦ ηδη ο κλαδος αυτης CT PCK 28.9% ¦ αυτης ο κλαδος ηδη ANT 5%

§13:28 απαλος γενηται ¦ γενηται απαλος ANT

*13:28 γινωσκετε ¦ γινωσκεται PCK ¦ γεινωσκετε TH

13:29 ταυτα ιδητε ¦ ιδητε ταυτα ANT ECM* NA SBL TH WH

13:29 γινομενα ¦ γεινομενα TH

§13:29 γινωσκετε ¦ γεινωσκετε TH

*13:30 παντα ταυτα ¦ ταυτα παντα ECM* NA SBL TH WH

13:31 παρελευσεται ¦ παρελευσονται ANT BYZ CT TR

13:31 λογοι μου ¦ εμοι λογοι ANT

§13:31 μη ¦ — WH

*13:31 παρελθωσι ¦ παρελευσονται ANT CT

13:32 η ¦ και TR

13:32 ωρας ¦ της ωρας ANT CT TR

§13:32 οι εν ¦ εν ANT ECM* NA SBL TH WH

*13:32 ουρανω ¦ τω ουρανω PCK

13:33 και προσευχεσθε 82% ¦ προσευχεσθε PCK 13.9% ¦ — ECM NA SBL WH 0.6%

13:34 και ¦ — CT

§13:35 οψε ¦ η οψε CT

*13:35 μεσονυκτιου ¦ μεσονυκτιον CT

13:36 εξαιφνης ¦ εξεφνης WH

13:37 α ¦ ο CT