1Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. 2Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. 4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5Ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. 6Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. 7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 9 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 11Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα; 13Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. 19 Οἱ δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς, Μήτι ἐγώ; Καὶ ἄλλος, Μήτι ἐγώ; 20Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρυβλίον. 21 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 23Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον. 25Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 26Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα. 28 Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. 30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. 31δὲ ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως προσεύξωμαι. 33Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35Καὶ προσελθὼν μικρόν, ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα. 36Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. 37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 39Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι. 41Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα. Ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικε.
43Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὢν τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν, καὶ ἀπαγάγετε ἀσφαλῶς. 45Καὶ ἐλθών, εὐθέως προσελθὼν αὐτῷ λέγει αὐτῷ, Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 46Οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν, καὶ ἐκράτησαν αὐτόν. 47Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49Καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον.
51Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι· 52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν.
53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον. 56Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, λέγοντες 58ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; 61Ὁ δὲ ἐσιώπα, καὶ οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον. Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.
66Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. 68Ὁ δὲ ἠρνήσατο, λέγων, Οὐκ οἶδα, οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· καὶ ἀλέκτωρ ἐφώνησε. 69Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει. 71Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς. Καὶ ἐπιβαλὼν ἔκλαιε.

Notes


*14:2 δε ¦ γαρ CT

14:2 θορυβος εσται ¦ εσται θορυβος CT

14:3 και ¦ — CT

§14:3 το ¦ τον BYZ ¦ την CT

*14:3 κατα ¦ — CT

14:4 και λεγοντες ¦ λεγοντες ANT ¦ — CT

14:5 τουτο ¦ τουτο το μυρον ANT CT

§14:5 τριακοσιων δηναριων ¦ δηναριων τριακοσιων ECM* NA SBL TH WH

*14:6 ειργασατο ¦ ηργασατο CT

14:6 εν εμοι ¦ εις εμε TR

14:7 αυτους ¦ αυτοις CT

§14:7 ευ ¦ παντοτε ευ WH

*14:8 εσχεν ¦ ειχεν TR

14:8 αυτη ¦ — CT

14:8 μου το σωμα ¦ το σωμα μου CT

§14:9 αμην ¦ αμην δε BYZ CT HF

*14:9 εαν ¦ αν TR

14:9 τουτο ¦ — ECM* NA SBL TH WH

14:10 ο ¦ — ANT CT PCK

§14:10 ο ισκαριωτης ¦ ισκαριωθ ο CT

*14:10 παραδω αυτον ¦ αυτον παραδοι CT

14:11 αργυριον ¦ αργυρια ANT PCK

14:11 ευκαιρως αυτον παραδω ¦ αυτον ευκαιρως παραδοι CT

§14:12 ετοιμασωμεν ¦ ετοιμασομεν BYZ HF PCK

*14:14 καταλυμα ¦ καταλυμα μου ANT CT

14:15 ανωγεον ¦ αναγαιον BYZ CT ¦ ανωγεων PCK ¦ ανωγαιον ANT

14:15 εκει ¦ και εκει ECM* NA SBL TH WH

§14:16 αυτου ¦ — CT

*14:18 ειπεν ο ιησους ¦ ο ιησους ειπεν CT

14:19 οι δε ¦ — CT

14:19 καθ ¦ κατα CT

§14:19 και αλλος μητι εγω 87.5% ¦ — CT 8.2%

*14:20 αποκριθεις ¦ — CT

14:20 εκ ¦ — CT

14:20 τρυβλιον 96% ¦ εν τρυβλιον WH 0.2%

§14:21 ο ¦ οτι ο CT

*14:21 ην ¦ — ECM* NA SBL TH WH

14:22 ο ιησους ¦ — ECM* NA SBL TH WH

14:22 ευλογησας ¦ και ευλογησας PCK

§14:22 φαγετε ¦ — CT

*14:23 το ¦ — CT

14:24 το της καινης 85.2% ¦ της CT 0.5%

14:24 περι πολλων εκχυνομενον ¦ εκχυννομενον υπερ πολλων CT

§14:25 γενηματος ¦ γεννηματος TR

*14:27 εν εμοι εν τη νυκτι ταυτη ¦ — CT

14:27 διασκορπισθησεται τα προβατα ¦ διασκορπισθησονται τα προβατα ANT ¦ τα προβατα διασκορπισθησονται CT

14:28 αλλα μετα ¦ μετα δε PCK

§14:29 και ει ¦ ει και CT

*14:30 συ ¦ — TR

14:30 εν τη νυκτι ταυτη ¦ ταυτη τη νυκτι CT

14:30 απαρνηση με ¦ με απαρνηση CT

§14:31 δε ¦ δε πετρος ANT

*14:31 εκπερισσου ελεγε μαλλον ¦ εκπερισσως ελαλει CT

14:31 με δεη ¦ δεη με NA SBL TH WH

14:31 απαρνησωμαι ¦ απαρνησομαι ANT CT TR

§14:32 γεθσημανη ¦ γεθσημανι ECM NA SBL ¦ γεθσημανει TH WH

*14:32 προσευξωμαι ¦ προσευξομαι PCK

14:33 ιακωβον ¦ τον ιακωβον ECM NA TH TR WH

14:33 ιωαννην ¦ τον ιωαννην ECM NA TH ¦ τον ιωανην WH

§14:33 μεθ᾽ ἑαυτοῦ ¦ μετ᾽ αὐτοῦ CT

*14:34 λεγει ¦ λεγειν ANT

14:35 προσελθων ¦ προελθων ANT CT PCK TR

14:35 επεσεν ¦ επεσεν επι προσωπον ANT ¦ επιπτεν CT

§14:36 παρενεγκε ¦ παρενεγκαι PCK

*14:36 απ εμου τουτο ¦ τουτο απ εμου CT

14:36 αλλα ¦ αλλ ει ANT

14:37 ισχυσας ¦ ισχυσατε ANT

§14:38 εισελθητε ¦ ελθητε ECM* NA SBL TH WH

*14:40 υποστρεψας ευρεν αυτους παλιν 94.5% ¦ παλιν ελθων ευρεν αυτους CT 0.5%

14:40 οι οφθαλμοι αυτων ¦ αυτων οι οφθαλμοι CT

14:40 βεβαρημενοι ¦ καταβαρυνομενοι ANT CT PCK

§14:40 αυτω αποκριθωσι ¦ αποκριθωσιν αυτω ANT CT

*14:41 λοιπον ¦ το λοιπον CT TR

14:43 ευθεως ¦ ευθυς CT

14:43 παραγινεται ¦ παραγεινεται TH

§14:43 ιουδας ¦ ιουδας ο ισκαριωτης ANT ¦ ο ιουδας WH

*14:43 ων ¦ — ANT CT

14:43 πολυς ¦ — CT

14:43 παρα ¦ απεσταλμενοι παρα ANT

§14:43 των ¦ — ANT

*14:44 απαγαγετε ¦ απαγετε NA SBL TH WH

14:45 ευθεως ¦ ευθυς CT

14:45 αυτω ¦ — ANT CT TR

§14:45 ραββι ραββι ¦ χαιρε ραββι ANT ¦ ραββι ECM NA SBL ¦ ραββει TH WH

*14:46 επεβαλον ¦ επεβαλαν SBL WH

14:46 επ αυτον τας χειρας αυτων ¦ τας χειρας αυτω ECM* NA SBL TH WH ¦ τας χειρας αυτων ECM*

14:47 ωτιον ¦ ωταριον CT

§14:48 εξηλθετε ¦ εξηλθατε CT

*14:49 ημην προς υμας ¦ προς υμας ημην ANT

14:50 παντες εφυγον ¦ εφυγον παντες ANT CT

14:51 εις τις νεανισκος 98.7% ¦ νεανισκος τις ECM* NA SBL TH WH 0.5%

§14:51 ηκολουθησεν ¦ ηκολουθει TR ¦ συνηκολουθει CT

*14:51 οι νεανισκοι ¦ — CT

14:52 απ αυτων 96.7% ¦ — CT 0.3%

14:53 αυτω ¦ — ECM NA SBL WH

§14:54 συγκαθημενος ¦ συνκαθημενος TH WH

*14:55 ευρισκον ¦ ηυρισκον CT

14:60 μεσον ¦ το μεσον ANT TR

14:60 επηρωτησε ¦ επηρωτα ANT

§14:61 ουδεν απεκρινατο ¦ ουκ απεκρινατο ουδεν CT

*14:62 εκ δεξιων καθημενον ¦ καθημενον εκ δεξιων TR

14:62 μετα ¦ επι ANT

14:63 διαρρηξας ¦ διαρηξας WH

§14:64 ηκουσατε ¦ ηκουσατε παντως ANT

*14:64 ειναι ενοχον ¦ ενοχον ειναι CT

14:65 το προσωπον αυτου ¦ αυτου το προσωπον CT

14:65 προφητευσον ¦ προφητευσον ημιν τις εστιν ο παισας σε ANT

§14:65 εβαλλον 55.1% ¦ εβαλον ANT BYZ 37% ¦ ελαβον CT 5.7%

*14:66 εν τη αυλη κατω ¦ κατω εν τη αυλη ANT CT

14:67 ναζαρηνου ιησου ¦ ιησου του ναζαρηνου ANT

14:67 ιησου ησθα ¦ ησθα του ιησου CT

§14:68 ουκ ¦ ουτε CT

*14:68 ουδε ¦ ουτε BYZ CT HF PCK

14:68 τι συ ¦ συ τι CT

14:68 και αλεκτωρ εφωνησε 97.2% ¦ — ECM* WH 0.5%

§14:69 παλιν ηρξατο ¦ ηρξατο παλιν CT

*14:69 παρεστηκοσιν ¦ παρεστωσιν CT

14:70 και η λαλια σου ομοιαζει ¦ — ECM NA TH WH

14:71 ομνυναι ¦ ομνυειν TR

§14:72 και 96.6% ¦ και ευθυς ECM* NA SBL TH WH 0.8%

*14:72 το ρημα ο ¦ του ρηματος ου TR ¦ το ρημα ως CT

14:72 φωνησαι δις ¦ δις φωνησαι WH

14:72 απαρνηση με τρις ¦ τρις με απαρνηση CT