15
1Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. 2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Σὺ λέγεις. 3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά· 4ὁ δὲ Πιλάτος πάλιν ἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου καταμαρτυροῦσιν. 5Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.
6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. 7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. 9Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12Ὁ δὲ Πιλάτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς, Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων; 13Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14Ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. 15Ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· 19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
21Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον Κρανίου Τόπος. 23Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. 24Καὶ σταυρώσαντες αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ. 25Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. 29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30σῶσον σεαυτόν, καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 31Ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32Ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
33 Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανί; Ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; 35Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, Ἰδού, Ἠλίαν φωνεῖ. 36Δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.
40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ὅ ἐστι προσάββατον, 43 ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44Ὁ δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε. 45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46Καὶ ἀγοράσας σινδόνα, καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
Notes
*15:1
ευθεως ¦ ευθυς CT
†15:1
επι το 80% ¦ — ECM* NA SBL TH WH 1.1%
‡15:1
τω ¦ — CT
§15:1
πιλατω ¦ πειλατω TH WH
*15:2
πιλατος ¦ πειλατος TH WH
†15:2
ειπεν αυτω ¦ αυτω λεγει CT
‡15:3
πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ANT SCR
§15:4
πιλατος ¦ πειλατος TH WH
*15:4
επηρωτησεν ¦ επηρωτα ANT CT
†15:4
καταμαρτυρουσιν ¦ κατηγορουσιν CT
‡15:5
πιλατον ¦ πειλατον TH WH
§15:6
ονπερ ητουντο ¦ ον παρητουντο ECM* NA SBL TH WH
*15:7
συστασιαστων ¦ στασιαστων CT
†15:8
αναβοησας ¦ αναβας ECM* NA SBL TH WH
‡15:8
αει ¦ — ECM NA SBL WH
§15:9
πιλατος ¦ πειλατος TH WH
*15:10
εγινωσκε ¦ εγεινωσκε TH
†15:12
πιλατος ¦ πειλατος TH WH
‡15:12
αποκριθεις παλιν ¦ παλιν αποκριθεις CT
§15:12
ειπεν ¦ ελεγεν CT
*15:12
θελετε ¦ — ECM TH WH
†15:12
βασιλεα ¦ τον βασιλεα ANT CT
‡15:14
πιλατος ¦ πειλατος TH WH
§15:14
κακον εποιησεν ¦ εποιησε κακον ANT CT
*15:14
περισσοτερως ¦ περισσως CT
†15:15
πιλατος ¦ πειλατος TH WH
‡15:16
συγκαλουσιν ¦ συνκαλουσιν TH WH
§15:17
ενδυουσιν ¦ ενδιδυσκουσιν CT
*15:18
αυτον ¦ αυτον και λεγειν PCK
†15:18
ο βασιλευς ¦ βασιλευ BYZ CT TR
‡15:20
τα ιδια 96.2% ¦ αυτου ECM* NA WH 0.8%
§15:22
γολγοθα ¦ τον γολγοθαν CT
*15:22
μεθερμηνευομενον ¦ μεθερμηνευομενος WH
†15:23
πιειν ¦ — CT
‡15:23
ο ¦ ος ECM* NA SBL TH WH
§15:24
σταυρωσαντες αυτον ¦ σταυρουσιν αυτον και ECM* NA SBL TH WH
*15:24
διαμεριζονται ¦ διεμεριζον TR
†15:28
και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ — NA SBL TH WH 11% [Note: ECM encloses this text with double brackets.]
‡15:29
κινουντες ¦ κεινουντες TH
§15:29
εν τρισιν ημεραις οικοδομων ¦ οικοδομων εν τρισιν ημεραις ECM* NA SBL TH WH
*15:30
και καταβα ¦ καταβας CT
†15:31
και ¦ δε και ANT TR
‡15:32
του ¦ — CT
§15:32
αυτω ¦ — BYZ CT TR
*15:32
αυτω 95.4% ¦ συν αυτω ECM NA SBL WH 1.2%
†15:33
γενομενης δε ¦ και γενομενης CT
‡15:33
ενατης ¦ εννατης TR
§15:34
ωρα τη ενατη ¦ ωρα τη εννατη TR ¦ ενατη ωρα CT
*15:34
λεγων ¦ — CT
†15:34
λιμα ¦ λαμμα TR ¦ λεμα ECM NA SBL ¦ λαμα TH WH
‡15:34
σαβαχθανι ¦ σαβαχθανει TH WH
§15:34
μου ¦ — PCK
*15:34
με εγκατελιπες ¦ εγκατελιπες με ECM* NA SBL TH WH
†15:35
ιδου ¦ ιδε ANT CT
‡15:35
ηλιαν ¦ ηλειαν WH
§15:36
εις ¦ τις CT
*15:36
και ¦ — TH WH
†15:36
τε ¦ — CT
‡15:36
ηλιας ¦ ηλειας WH
§15:38
απο ¦ απ CT
*15:39
κραξας 96.5% ¦ — ECM* NA SBL TH WH 0.4%
†15:39
ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος CT
‡15:39
ην θεου ¦ θεου ην ECM NA SBL WH
§15:40
ην ¦ — CT
*15:40
και ¦ — PCK
†15:40
μαρια ¦ μαριαμ WH
‡15:40
του ¦ — CT
§15:40
ιωση ¦ ιωσητος CT
*15:41
και 88.8% ¦ — CT 3.6%
†15:42
ην παρασκευη ¦ παρασκευη ην PCK
‡15:42
προσαββατον ¦ προς σαββατον BYZ
§15:43
ηλθεν ¦ ελθων ANT CT PCK
*15:43
ο ¦ — WH
†15:43
πιλατον ¦ τον πιλατον ECM* NA SBL ¦ τον πειλατον TH WH
‡15:44
πιλατος ¦ πειλατος TH WH
§15:44
παλαι 97.8% ¦ ηδη TH WH 1.5%
*15:45
σωμα ¦ πτωμα CT
†15:46
και ¦ — CT
‡15:46
κατεθηκεν 93.8% ¦ εθηκεν ECM* NA SBL TH WH 4.6%
§15:46
μνημειω ¦ μνηματι ECM* WH
*15:47
ιωση ¦ η ιωσητος CT
†15:47
τιθεται ¦ τεθειται CT
ευθεως ¦ ευθυς CT
επι το 80% ¦ — ECM* NA SBL TH WH 1.1%
τω ¦ — CT
πιλατω ¦ πειλατω TH WH
πιλατος ¦ πειλατος TH WH
ειπεν αυτω ¦ αυτω λεγει CT
πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ANT SCR
πιλατος ¦ πειλατος TH WH
επηρωτησεν ¦ επηρωτα ANT CT
καταμαρτυρουσιν ¦ κατηγορουσιν CT
πιλατον ¦ πειλατον TH WH
ονπερ ητουντο ¦ ον παρητουντο ECM* NA SBL TH WH
συστασιαστων ¦ στασιαστων CT
αναβοησας ¦ αναβας ECM* NA SBL TH WH
αει ¦ — ECM NA SBL WH
πιλατος ¦ πειλατος TH WH
εγινωσκε ¦ εγεινωσκε TH
πιλατος ¦ πειλατος TH WH
αποκριθεις παλιν ¦ παλιν αποκριθεις CT
ειπεν ¦ ελεγεν CT
θελετε ¦ — ECM TH WH
βασιλεα ¦ τον βασιλεα ANT CT
πιλατος ¦ πειλατος TH WH
κακον εποιησεν ¦ εποιησε κακον ANT CT
περισσοτερως ¦ περισσως CT
πιλατος ¦ πειλατος TH WH
συγκαλουσιν ¦ συνκαλουσιν TH WH
ενδυουσιν ¦ ενδιδυσκουσιν CT
αυτον ¦ αυτον και λεγειν PCK
ο βασιλευς ¦ βασιλευ BYZ CT TR
τα ιδια 96.2% ¦ αυτου ECM* NA WH 0.8%
γολγοθα ¦ τον γολγοθαν CT
μεθερμηνευομενον ¦ μεθερμηνευομενος WH
πιειν ¦ — CT
ο ¦ ος ECM* NA SBL TH WH
σταυρωσαντες αυτον ¦ σταυρουσιν αυτον και ECM* NA SBL TH WH
διαμεριζονται ¦ διεμεριζον TR
και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ — NA SBL TH WH 11% [Note: ECM encloses this text with double brackets.]
κινουντες ¦ κεινουντες TH
εν τρισιν ημεραις οικοδομων ¦ οικοδομων εν τρισιν ημεραις ECM* NA SBL TH WH
και καταβα ¦ καταβας CT
και ¦ δε και ANT TR
του ¦ — CT
αυτω ¦ — BYZ CT TR
αυτω 95.4% ¦ συν αυτω ECM NA SBL WH 1.2%
γενομενης δε ¦ και γενομενης CT
ενατης ¦ εννατης TR
ωρα τη ενατη ¦ ωρα τη εννατη TR ¦ ενατη ωρα CT
λεγων ¦ — CT
λιμα ¦ λαμμα TR ¦ λεμα ECM NA SBL ¦ λαμα TH WH
σαβαχθανι ¦ σαβαχθανει TH WH
μου ¦ — PCK
με εγκατελιπες ¦ εγκατελιπες με ECM* NA SBL TH WH
ιδου ¦ ιδε ANT CT
ηλιαν ¦ ηλειαν WH
εις ¦ τις CT
και ¦ — TH WH
τε ¦ — CT
ηλιας ¦ ηλειας WH
απο ¦ απ CT
κραξας 96.5% ¦ — ECM* NA SBL TH WH 0.4%
ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος CT
ην θεου ¦ θεου ην ECM NA SBL WH
ην ¦ — CT
και ¦ — PCK
μαρια ¦ μαριαμ WH
του ¦ — CT
ιωση ¦ ιωσητος CT
και 88.8% ¦ — CT 3.6%
ην παρασκευη ¦ παρασκευη ην PCK
προσαββατον ¦ προς σαββατον BYZ
ηλθεν ¦ ελθων ANT CT PCK
ο ¦ — WH
πιλατον ¦ τον πιλατον ECM* NA SBL ¦ τον πειλατον TH WH
πιλατος ¦ πειλατος TH WH
παλαι 97.8% ¦ ηδη TH WH 1.5%
σωμα ¦ πτωμα CT
και ¦ — CT
κατεθηκεν 93.8% ¦ εθηκεν ECM* NA SBL TH WH 4.6%
μνημειω ¦ μνηματι ECM* WH
ιωση ¦ η ιωσητος CT
τιθεται ¦ τεθειται CT