1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. 2Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλες ἀποβάλλειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. 3Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ. 4 Ἀλλ᾽ ὀλίγα ἔχεις ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσι μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. 5Ὁ νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 6Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει. 8Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. 9Ἰδού, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἠγάπησά σε. 10Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ· 15Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. 16Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17Ὅτι λέγεις, Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός· 18συμβουλεύω σοι ἀγοράσαι χρυσίον παρ᾽ ἐμοῦ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. 19Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον. 20Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ᾽ αὐτοῦ, καὶ αὐτὸς μετ᾽ ἐμοῦ. 21Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Notes


*3:1 επτα ¦ — ST

3:1 ονομα ¦ το ονομα TR

3:1 οτι ¦ και K BYZ HF

§3:2 στηρισον ¦ τηρησον BYZ HF ¦ στηριξον BYZ TR

*3:2 εμελλες αποβαλλειν ¦ ημελλες αποβαλλειν BYZ ¦ εμελλον αποθανειν BYZ CT ¦ εμελλες αποβαλειν PCK ¦ μελλει αποθανειν TR ¦ εμελλον αποθνησκειν ANT

3:2 τα ¦ — WH

3:2 μου ¦ — TR

§3:3 και ηκουσας και τηρει ¦ — K BYZ

*3:3 επι σε ¦ — CT

3:3 γνως ¦ γνωση K ANT BYZ HF

3:4 αλλ ολιγα εχεις ¦ εχεις ολιγα TR ¦ αλλα εχεις ολιγα ANT NA27 SBL TH WH ¦ αλλ εχεις ολιγα NA28

§3:4 εν ¦ και εν TR

*3:5 ουτος ¦ ουτω ANT CT PCK

3:5 ομολογησω ¦ εξομολογησομαι TR

3:7 φιλαδελφεια ¦ φιλαδελφια TH WH

§3:7 κλειν ¦ κλειδα Αν TR

*3:7 του ¦ — CT

3:7 δαυιδ ¦ ΔΑΔ Αν K BYZ ¦ δαβιδ HF TR ¦ δαυειδ WH

3:7 κλεισει αυτην ει μη ο ανοιγων ¦ κλεισει και κλειων ANT BYZ CT ¦ κλειει και κλειει TR

§3:7 ανοιξει ¦ ανοιγει CT TR

*3:8 ανεωγμενην ¦ ηνεωγμενην NA SBL WH

3:8 ην ¦ και TR

3:9 διδωμι ¦ διδω CT

§3:9 ηξωσι ¦ ηξουσι ANT CT PCK

*3:9 προσκυνησωσιν ¦ προσκυνησουσιν ANT CT

3:9 ηγαπησα ¦ εγω ηγαπησα Αν ANT BYZ CT TR

3:11 ερχομαι ¦ ιδου ερχομαι TR

§3:12 ἣ καταβαίνει ¦ ἡ καταβαίνουσα Αν CT ST

*3:12 εκ ¦ απο K BYZ HF

3:12 μου ¦ — K BYZ

3:14 εν λαοδικεια εκκλησιας ¦ εκκλησιας λαοδικεων TR ¦ εν λαοδικια εκκλησιας TH WH

§3:14 αληθινος ¦ ο αληθινος WH

*3:15 ης ¦ ειης TR

3:16 ου ζεστος ουτε ψυχρος ¦ ουτε ζεστος ουτε ψυχρος Αν ANT CT ¦ ουτε ψυχρος ουτε ζεστος TR

3:17 λεγεις ¦ λεγεις οτι ANT CT TR

§3:17 ουδενος ¦ ουδεν CT

*3:17 ο ¦ — Αν CT TR

3:17 ελεεινος ¦ ελεινος WH

3:18 χρυσιον παρ εμου ¦ παρ εμου χρυσιον Αν ANT CT TR

§3:18 κολλυριον ¦ κολλουριον BYZ NA PCK SBL TR WH

*3:18 ινα εγχριση ¦ εγχρισον BYZ TR ¦ εγχρισον επι PCK ¦ εγχρισαι CT

3:19 ζηλωσον ¦ ζηλευε K ANT BYZ CT HF

3:20 και ¦ — Αν TR WH