9
1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. 2 * Καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου † καιομένης, καὶ ‡ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3 Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. 4 Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ § ἀδικήσωσι τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς * ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων † αὐτῶν. 5 Καὶ ἐδόθη ‡ αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα § βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν * παίσῃ ἄνθρωπον. 6 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις † ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ ‡ οὐ μὴ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ § φεύξεται * ἀπ᾽ αὐτῶν ὁ θάνατος.
7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι † χρυσοῖ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. 8 Καὶ ‡ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν. 9 Καὶ § εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. 10 Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα. * Καὶ ἐν ταῖς οὐραῖς αὐτῶν † ἐξουσίαν ἔχουσι τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 ‡ Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ § Ἀββαδών, * ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, † ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν ‡ τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, 14 § λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ * ὁ ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ † εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. 16 Καὶ ὁ ἀριθμὸς ‡ τῶν στρατευμάτων τοῦ § ἵππου * μυριάδες μυριάδων· † ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ‡ Ἀπὸ τῶν τριῶν § πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, * ἀπὸ τοῦ πυρὸς καὶ † τοῦ καπνοῦ καὶ ‡ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 § Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν * ἐστι, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι † ὄφεων, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ‡ οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ § προσκυνήσωσι τὰ δαιμόνια, καὶ * τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ † καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν ‡ δύναται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν· 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν § φαρμακειῶν αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
Notes
* 9:2
και ηνοιξε το φρεαρ της αβυσσου ¦ — K BYZ
† 9:2
καιομενης ¦ μεγαλης Αν CT TR
‡ 9:2
εσκοτισθη ¦ εσκοτωθη CT
§ 9:4
αδικησωσι ¦ αδικησουσι NA SBL WH
* 9:4
ανθρωπους ¦ ανθρωπους μονους PCK TR
† 9:4
αυτων ¦ — CT
‡ 9:5
αυταις ¦ αυτοις NA SBL TH
§ 9:5
βασανισθωσι ¦ βασανισθησονται CT
* 9:5
παιση ¦ πληξη PCK
† 9:6
ζητησουσιν ¦ ζητουσιν PCK
‡ 9:6
ου μη ¦ ουχ TR
§ 9:6
φευξεται ¦ φευγει CT
* 9:6
απ αυτων ο θανατος ¦ ο θανατος απ αυτων Αν CT TR
† 9:7
χρυσοι ¦ ομοιοι χρυσω Αν CT TR ¦ ομοιοι χρυσιω ANT
‡ 9:8
ειχον ¦ ειχαν TH WH
§ 9:9
ειχον ¦ ειχαν WH
* 9:10
και ¦ ην TR ¦ — Αν BYZ
† 9:10
εξουσιαν εχουσι του ¦ και η εξουσια αυτων BYZ TR ¦ η εξουσια αυτων CT
‡ 9:11
εχουσαι βασιλεα επ αυτων ¦ και εχουσιν επ αυτων βασιλεα τον Αν SCR ¦ και εχουσιν εφ αυτων βασιλεα τον ST ¦ εχουσι βασιλεα επ αυτων τον ANT ¦ εχουσιν επ αυτων βασιλεα τον CT
§ 9:11
αββαδων ¦ αββαδδων PCK ¦ αβαδδων ANT CT TR
* 9:11
εν δε ¦ και εν CT TR
† 9:12
ερχεται ¦ ερχονται Αν ANT TR
‡ 9:13
τεσσαρων ¦ — SBL TH WH
§ 9:14
λεγουσαν ¦ λεγοντος K ANT BYZ HF ¦ λεγοντα CT
* 9:14
ο εχων ¦ ος ειχε TR
† 9:15
εις την ¦ την BYZ PCK ¦ — CT TR
‡ 9:16
των ¦ — TR
§ 9:16
ιππου ¦ ιππικου Αν BYZ CT TR
* 9:16
μυριαδες ¦ δυο μυριαδες ANT TR ¦ δισμυριαδες CT
† 9:16
ηκουσα ¦ και ηκουσα TR
‡ 9:18
απο ¦ υπο TR
§ 9:18
πληγων ¦ — TR
* 9:18
απο ¦ εκ Αν ANT BYZ CT PCK TR
† 9:18
του ¦ εκ του TR
‡ 9:18
του ¦ εκ του Αν TR
§ 9:19
η γαρ εξουσια των ιππων ¦ η γαρ εξουσια αυτων SCR ¦ αι γαρ εξουσιαι αυτων ST
* 9:19
εστι και εν ταις ουραις αυτων ¦ εισιν ST
† 9:19
οφεων ¦ οφεσιν ANT BYZ CT PCK TR
‡ 9:20
ου ¦ ουτε ST ¦ ουδε NA SBL TH
§ 9:20
προσκυνησωσι ¦ προσκυνησουσι CT
* 9:20
τα ¦ — TR
† 9:20
και τα χαλκα ¦ — K BYZ
‡ 9:20
δυναται ¦ δυνανται Αν BYZ CT
§ 9:21
φαρμακειων ¦ φαρμακων K BYZ CT HF
και ηνοιξε το φρεαρ της αβυσσου ¦ — K BYZ
καιομενης ¦ μεγαλης Αν CT TR
εσκοτισθη ¦ εσκοτωθη CT
αδικησωσι ¦ αδικησουσι NA SBL WH
ανθρωπους ¦ ανθρωπους μονους PCK TR
αυτων ¦ — CT
αυταις ¦ αυτοις NA SBL TH
βασανισθωσι ¦ βασανισθησονται CT
παιση ¦ πληξη PCK
ζητησουσιν ¦ ζητουσιν PCK
ου μη ¦ ουχ TR
φευξεται ¦ φευγει CT
απ αυτων ο θανατος ¦ ο θανατος απ αυτων Αν CT TR
χρυσοι ¦ ομοιοι χρυσω Αν CT TR ¦ ομοιοι χρυσιω ANT
ειχον ¦ ειχαν TH WH
ειχον ¦ ειχαν WH
και ¦ ην TR ¦ — Αν BYZ
εξουσιαν εχουσι του ¦ και η εξουσια αυτων BYZ TR ¦ η εξουσια αυτων CT
εχουσαι βασιλεα επ αυτων ¦ και εχουσιν επ αυτων βασιλεα τον Αν SCR ¦ και εχουσιν εφ αυτων βασιλεα τον ST ¦ εχουσι βασιλεα επ αυτων τον ANT ¦ εχουσιν επ αυτων βασιλεα τον CT
αββαδων ¦ αββαδδων PCK ¦ αβαδδων ANT CT TR
εν δε ¦ και εν CT TR
ερχεται ¦ ερχονται Αν ANT TR
τεσσαρων ¦ — SBL TH WH
λεγουσαν ¦ λεγοντος K ANT BYZ HF ¦ λεγοντα CT
ο εχων ¦ ος ειχε TR
εις την ¦ την BYZ PCK ¦ — CT TR
των ¦ — TR
ιππου ¦ ιππικου Αν BYZ CT TR
μυριαδες ¦ δυο μυριαδες ANT TR ¦ δισμυριαδες CT
ηκουσα ¦ και ηκουσα TR
απο ¦ υπο TR
πληγων ¦ — TR
απο ¦ εκ Αν ANT BYZ CT PCK TR
του ¦ εκ του TR
του ¦ εκ του Αν TR
η γαρ εξουσια των ιππων ¦ η γαρ εξουσια αυτων SCR ¦ αι γαρ εξουσιαι αυτων ST
εστι και εν ταις ουραις αυτων ¦ εισιν ST
οφεων ¦ οφεσιν ANT BYZ CT PCK TR
ου ¦ ουτε ST ¦ ουδε NA SBL TH
προσκυνησωσι ¦ προσκυνησουσι CT
τα ¦ — TR
και τα χαλκα ¦ — K BYZ
δυναται ¦ δυνανται Αν BYZ CT
φαρμακειων ¦ φαρμακων K BYZ CT HF