15
1Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
2Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ. 3Καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,
Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,
Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ·
δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου,
ὁ βασιλεὺς τῶν ἐθνῶν.
4Τίς οὐ μὴ φοβηθῇ σε, Κύριε,
καὶ δοξάσῃ τὸ ὄνομά σου;
Ὅτι μόνος ἅγιος·
ὅτι πάντα τὰ ἔθνη ἥξουσι
καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ· 6καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς· 7καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 8Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
Notes
*15:2
υαλινην ¦ υελινην PCK
†15:2
του θηριου και εκ της εικονος ¦ της εικονος και εκ του θηριου K BYZ
‡15:2
και ¦ και εκ του χαραγματος αυτου TR ¦ και εκ του χαραγματος αυτου και Αν
§15:2
υαλινην ¦ υελινην PCK
*15:2
κιθαρας ¦ τας κιθαρας K ANT BYZ HF
†15:3
μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR
‡15:3
του ¦ — ST
§15:3
εθνων ¦ αγιων TR ¦ αιωνων SBL WH
*15:4
σε ¦ — Αν ANT CT
†15:4
δοξαση ¦ δοξασει BYZ CT
‡15:4
αγιος ¦ αγιος ει PCK ¦ οσιος Αν ANT CT TR
§15:4
παντα τα εθνη ¦ παντες K BYZ HF
*15:5
και ¦ και ιδου TR
†15:6
εξηλθον ¦ εξηλθαν WH
‡15:6
οι ¦ — TR
§15:6
εκ του ναου ¦ εκ του ουρανου PCK ¦ — K BYZ HF
*15:6
οι ησαν ¦ — CT TR
†15:6
λινον ¦ λιθον WH
‡15:6
καθαρον ¦ καθαρον και TR
§15:8
καπνου ¦ εκ του καπνου K ANT BYZ HF
*15:8
εδυνατο ¦ ηδυνατο Αν BYZ PCK TR
†15:8
επτα ¦ — Αν PCK
υαλινην ¦ υελινην PCK
του θηριου και εκ της εικονος ¦ της εικονος και εκ του θηριου K BYZ
και ¦ και εκ του χαραγματος αυτου TR ¦ και εκ του χαραγματος αυτου και Αν
υαλινην ¦ υελινην PCK
κιθαρας ¦ τας κιθαρας K ANT BYZ HF
μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR
του ¦ — ST
εθνων ¦ αγιων TR ¦ αιωνων SBL WH
σε ¦ — Αν ANT CT
δοξαση ¦ δοξασει BYZ CT
αγιος ¦ αγιος ει PCK ¦ οσιος Αν ANT CT TR
παντα τα εθνη ¦ παντες K BYZ HF
και ¦ και ιδου TR
εξηλθον ¦ εξηλθαν WH
οι ¦ — TR
εκ του ναου ¦ εκ του ουρανου PCK ¦ — K BYZ HF
οι ησαν ¦ — CT TR
λινον ¦ λιθον WH
καθαρον ¦ καθαρον και TR
καπνου ¦ εκ του καπνου K ANT BYZ HF
εδυνατο ¦ ηδυνατο Αν BYZ PCK TR
επτα ¦ — Αν PCK