1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν· 2μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. 3Καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, 5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.
Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα. 7Καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. 8 Τὸ θηρίον, ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγειν. Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων ὅτι ἦν τὸ θηρίον, καὶ οὐκ ἔστι, καὶ παρέσται. 9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. 10Καὶ βασιλεῖς εἰσιν ἑπτά· οἱ πέντε ἔπεσον, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε· καί, ὅταν ἔλθῃ, ὀλίγον δεῖ αὐτὸν μεῖναι. 11Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου. 13Οὗτοι μίαν ἔχουσι γνώμην, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσί, καὶ ἔθνη καὶ γλῶσσαι. 16Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. 17Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι γνώμην μίαν, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ. 18Καὶ ἡ γυνή, ἣν εἶδες, ἔστιν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Notes


*17:1 λεγων ¦ λεγων μοι Αν TR

17:1 των υδατων των ¦ υδατων Αν ANT CT

17:2 οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης ¦ εκ του οινου της πορνειας αυτης οι κατοικουντες την γην TR

§17:3 εν ¦ — K

*17:3 θηριον ¦ θηριον το K HF ¦ το θηριον το ANT

17:3 γεμον ¦ γεμοντα CT

17:3 ονοματα ¦ ονοματων BYZ PCK TR

§17:3 εχον ¦ εχων CT

*17:4 ην ¦ η ST

17:4 πορφυρουν ¦ πορφυραν Αν BYZ PCK ¦ πορφυρα TR

17:4 κοκκινον ¦ κοκκινω TR

§17:4 κεχρυσωμενη ¦ και κεχρυσωμενη ANT CT TR

*17:4 χρυσιω ¦ χρυσω Αν BYZ PCK TR

17:4 ποτηριον χρυσουν ¦ χρυσουν ποτηριον Αν BYZ PCK TR

17:4 τα ακαθαρτα της ¦ ακαθαρτητος TR

§17:4 αυτης ¦ της γης K ANT BYZ HF

*17:6 ειδον ¦ ειδα TH

17:6 εκ ¦ — K BYZ HF

17:6 εκ ¦ και εκ Αν ANT BYZ CT PCK TR

§17:7 ερω σοι ¦ σοι ερω Αν BYZ PCK TR

*17:8 το ¦ — ST

17:8 υπαγειν ¦ υπαγει CT

17:8 θαυμασονται ¦ θαυμασθησονται NA SBL WH

§17:8 επι της γης ¦ την γην K BYZ HF

*17:8 τα ονοματα ¦ το ονομα K ANT BYZ CT HF

17:8 το βιβλιον ¦ του βιβλιου K BYZ HF

17:8 βλεποντων ¦ βλεποντες PCK TR

§17:8 οτι ην το θηριον ¦ το θηριον οτι ην ANT BYZ CT PCK ¦ το θηριον ο τι ην TR

*17:8 και παρεσται ¦ καιπερ εστιν TR

17:9 επτα ορη εισιν ¦ ορη εισιν επτα TR ¦ ορη επτα εισιν ANT

17:10 εισιν επτα ¦ επτα εισιν Αν ANT BYZ CT PCK TR

§17:10 επεσον ¦ επεσαν Αν ANT BYZ CT TR

*17:10 ο ¦ και ο TR

17:10 δει αυτον ¦ αυτον δει Αν ANT BYZ CT PCK TR

17:11 αυτος ¦ ουτος K BYZ HF

§17:12 αλλ ¦ αλλα NA27 SBL TH WH

*17:13 εχουσι γνωμην ¦ γνωμην εχουσι Αν ANT BYZ CT PCK TR

17:13 την ¦ — K BYZ CT HF

17:13 αυτων ¦ εαυτων TR

§17:13 διδοασιν ¦ διαδιδωσουσιν TR

*17:16 και ¦ επι TR

17:16 ποιησουσιν αυτην ¦ — ANT BYZ CT TR

17:17 γνωμην μιαν ¦ μιαν γνωμην ANT CT TR

§17:17 τελεσθωσιν ¦ τελεσθησονται BYZ CT PCK ¦ τελεσθη TR

*17:17 οι λογοι ¦ τα ρηματα TR

17:18 της ¦ επι της K HF