1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην· καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. 2Καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ, λέγων,
Ἔπεσε Βαβυλὼν ἡ μεγάλη,
καὶ ἐγένετο κατοικητήριον δαιμόνων,
καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου,
καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου.
3Ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
πεπτώκασι πάντα τὰ ἔθνη,
καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν,
καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν,
Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου,
ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς,
καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
5ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ,
καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε,
καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς·
ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε κεράσατε αὐτῇ διπλοῦν.
7Ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασε,
τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος·
ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι
Κάθημαι βασίλισσα,
καὶ χήρα οὐκ εἰμί,
καὶ πένθος οὐ μὴ ἴδω.
8Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς,
θάνατος καὶ πένθος καὶ λιμός,
καὶ ἐν πυρὶ κατακαυθήσεται,
ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίνας αὐτήν.
9Καὶ κλαύσουσι καὶ κόψονται ἐπ᾽ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη
Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά,
ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11Καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι· 12γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ μαργαρίτου, καὶ βυσσίνου, καὶ πορφυροῦ, καὶ σηρικοῦ, καὶ κοκκίνου· καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου· 13καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ πρόβατα, καὶ κτήνη· καὶ ἵππων, καὶ ῥαιδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου
ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ
ἀπώλετο ἀπὸ σοῦ,
καὶ οὐκέτι αὐτὰ οὐ μὴ εὕρῃς.
15Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες, 16 καὶ λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη βύσσινον
καὶ πορφυροῦν καὶ κόκκινον,
καὶ κεχρυσωμένη χρυσίῳ
καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις·
17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, 18καὶ ἔκραζον, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες,
Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ
ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20Εὐφραίνου ἐπ᾽ αὐτῇ, οὐρανέ,
καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων,
Οὕτως ὁρμήματι βληθήσεται
Βαβυλὼν ἡ μεγάλη πόλις,
καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23καὶ φῶς λύχνου
οὐ μὴ φανῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·
ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς·
ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
24Καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη,
καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

Notes


*18:1 μετα ¦ και μετα Αν BYZ PCK TR

18:1 αλλον ¦ — ST

18:2 ισχυρα φωνη ¦ εν ισχυρα φωνη ANT BYZ CT PCK ¦ εν ισχυι φωνη μεγαλη TR

§18:2 επεσε ¦ επεσεν επεσε Αν ANT BYZ CT PCK TR

*18:2 δαιμονων 92.3% ¦ δαιμονιων ANT CT 6.5%

18:2 φυλακη παντος ορνεου ακαθαρτου και μεμισημενου ¦ φυλακη παντος ορνεου ακαθαρτου και φυλακη παντος θηριου ακαθαρτου και μεμισημενου NA SBL ¦ μεμισημενου Αν

18:3 οινου του θυμου 48.8% ¦ θυμου του οινου Αν BYZ PCK 41.5%

§18:3 πεπτωκασι 39.1% ¦ πεπωκε BYZ PCK TR 22.7% ¦ πεπωκασι BYZ HF 12.5% ¦ πεπτωκαν SBL TH WH 1.2% ¦ πεπωκαν ANT NA 0.8%

*18:4 εξελθε ¦ εξελθετε Αν BYZ PCK TR ¦ εξελθατε CT

18:4 εξ αυτης ο λαος μου 81.6% ¦ ο λαος μου εξ αυτης CT 3.1%

18:4 συγκοινωνησητε ¦ συνκοινωνησητε TH WH

§18:4 εκ των πληγων αυτης ινα μη λαβητε ¦ ινα μη λαβητε εκ των πληγων αυτης TR ¦ ινα εκ των πληγων αυτης μη λαβητε ANT

*18:5 εκολληθησαν ¦ ηκολουθησαν ST

18:5 εμνημονευσεν ¦ εμνημονευσεν αυτης BYZ HF PCK

18:6 απεδωκε ¦ απεδωκεν υμιν Αν BYZ PCK TR

§18:6 αυτη διπλα 53.4% ¦ τα διπλα ως και αυτη και BYZ HF 27.7% ¦ τα διπλα CT 0.8%

*18:6 ποτηριω ¦ ποτηριω αυτης K BYZ HF

18:7 αὐτὴν ¦ ἑαυτὴν ANT BYZ PCK TR ¦ αὑτὴν SBL WH

18:7 και πενθος ¦ — PCK

§18:7 οτι καθημαι 45.7% ¦ καθημαι TR 15.9% ¦ οτι καθημαι καθως ANT 1.2%

*18:8 και ¦ — K BYZ HF

18:8 κρινας ¦ κρινων TR

18:9 κλαυσουσι ¦ κλαυσονται αυτην TR ¦ κλαυσουσιν αυτην ANT

§18:9 αυτην ¦ αυτη Αν ANT TR

*18:10 μια ¦ εν μια TR

18:11 κλαυσουσι και πενθησουσιν ¦ κλαιουσι και πενθουσιν BYZ CT PCK TR

18:11 αυτη 62.2% ¦ αυτην CT 8.9%

§18:12 μαργαριτου 85.1% ¦ μαργαριτων CT 9.5%

*18:12 βυσσινου ¦ βυσσου Αν BYZ PCK TR

18:12 πορφυρου 72.7% ¦ πορφυρας ANT CT TR 25.6%

18:12 σηρικου ¦ σιρικου CT

§18:13 κιναμωμον ¦ κιναμωμον και αμωμον ANT ¦ κινναμωμον και αμωμον CT

*18:13 και οινον 50% ¦ — K BYZ 32.8%

18:13 προβατα και κτηνη 42.6% ¦ κτηνη και προβατα Αν ANT BYZ CT PCK TR 46.7%

18:13 ραιδων ¦ ρεδων Αν ANT BYZ CT TR

§18:14 της επιθυμιας της ψυχης σου 85.9% ¦ σου της επιθυμιας της ψυχης CT 3.3%

*18:14 απηλθεν ¦ απωλετο ANT

18:14 απωλετο ¦ απηλθεν Αν ANT BYZ TR ¦ απωλοντο PCK

18:14 αυτα ου μη ευρης 32.5% ¦ ου μη ευρησεις αυτα BYZ PCK 26.7% ¦ ου μη ευρης αυτα BYZ 11.9% ¦ ου μη ευρησης αυτα TR 4.9% ¦ ου μη αυτα ευρησουσιν CT 4.1% ¦ ου μη αυτα ευρησεις ANT 0%

§18:15 κλαιοντες ¦ και κλαιοντες K HF

*18:16 και ¦ — ANT BYZ CT

18:16 ουαι ¦ — K BYZ

18:16 βυσσινον ¦ βυσσον K HF

§18:16 χρυσιω ¦ εν χρυσω Αν BYZ PCK TR ¦ εν χρυσιω ANT NA WH

*18:16 μαργαριταις 88% ¦ μαργαριτη CT 8.3%

18:17 ο επι τοπον πλεων ¦ ο επι των πλοιων πλεων BYZ PCK ¦ επι των πλοιων ο ομιλος TR

18:18 εκραζον ¦ εκραξαν SBL TH WH

§18:18 βλεποντες ¦ ορωντες TR

*18:19 εκραζον ¦ εκραξαν SBL TH WH

18:19 και ¦ — ANT CT TR

18:19 τα ¦ — TR

§18:20 αυτη ¦ αυτην Αν TR

*18:20 και οι ¦ — TR

18:21 μυλον 89% ¦ μυλινον CT 2%

18:21 ουτως 82.1% ¦ — PCK 13.4%

§18:23 οτι ¦ — K HF

*18:23 φαρμακεια ¦ φαρμακια TH WH

18:24 αιματα 81.8% ¦ αιμα CT TR 18.2%