20
1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2Καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· καὶ μετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναι μικρὸν χρόνον.
4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς· καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον, οὐδὲ τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ τὰ χίλια ἔτη. 5 Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι μετ᾽ αὐτοῦ χίλια ἔτη.
7Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον· ὧν ὁ ἀριθμὸς ὡς ἡ ἄμμος τῆς θαλάσσης. 9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, καὶ κατέφαγεν αὐτούς. 10Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11Καὶ εἶδον θρόνον μέγαν λευκόν, καὶ τὸν καθήμενον ἐπ᾽ αὐτόν, οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνεῴχθησαν· καὶ ἄλλο βιβλίον ἠνεῴχθη, ὅ ἐστι τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν. 13Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς· καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15Καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Notes
*20:1
κλειν ¦ κλειδα TR
†20:2
τον οφιν τον αρχαιον ¦ ο οφις ο αρχαιος CT
‡20:2
ο ¦ — BYZ TR
§20:2
ο πλανων την οικουμενην ολην ¦ ο πλανων την οικουμενην ANT ¦ — Αν CT TR
*20:3
εκλεισε ¦ εκλεισεν αυτον TR
†20:3
πλανα ¦ πλανηση CT TR
‡20:3
ετι τα εθνη ¦ τα εθνη ετι TR
§20:3
και ¦ — K ANT BYZ CT HF
*20:3
αυτον λυθηναι ¦ λυθηναι αυτον K BYZ CT HF
†20:4
το θηριον ¦ τω θηριω BYZ PCK TR
‡20:4
ουδε ¦ ουτε Αν ANT BYZ PCK TR
§20:4
την εικονα ¦ τη εικονι PCK
*20:4
μετωπον ¦ μετωπον αυτων Αν ANT BYZ PCK TR
†20:4
του ¦ — TR
‡20:4
τα ¦ — Αν ANT BYZ CT PCK SCR
§20:5
και οι … εζησαν αχρι … ετη ¦ οι δε … ανεζησαν εως … ετη TR ¦ και οι … εζησαν εως … ετη ANT ¦ οι λοιποι … εζησαν αχρι … ετη CT ¦ — K
*20:5
εζησαν ¦ ανεζησαν TR
†20:5
αχρι ¦ εως ANT TR
‡20:6
δευτερος θανατος ¦ θανατος ο δευτερος TR
§20:6
μετ αυτου ¦ μετα ταυτα K
*20:6
χιλια ¦ τα χιλια NA TH WH
†20:7
οταν τελεσθη ¦ μετα K BYZ HF
‡20:8
τον ¦ — Αν CT
§20:8
τον ¦ — Αν TR
*20:8
αριθμος ¦ αριθμος αυτων K ANT BYZ CT HF
†20:9
εκυκλωσαν ¦ εκυκλευσαν K ANT BYZ CT HF PCK
‡20:9
εκ του ουρανου απο του θεου ¦ απο του θεου εκ του ουρανου TR ¦ εκ του ουρανου CT
§20:10
θειου ¦ του θειου ANT
*20:10
και ¦ — TR
†20:11
μεγαν λευκον ¦ λευκον μεγαν Αν BYZ TR
‡20:11
αυτον ¦ αυτου SBL TH TR WH ¦ αυτω ANT
§20:11
προσωπου ¦ του προσωπου CT
*20:11
η γη και ο ουρανος ¦ ο ουρανος και η γη PCK
†20:12
τους μεγαλους και τους μικρους ¦ μικρους και μεγαλους TR ¦ — K
‡20:12
θρονου ¦ θεου TR
§20:12
ηνεωχθησαν ¦ ηνοιξαν K BYZ HF ¦ ανεωχθησαν PCK ¦ ηνοιχθησαν ANT CT
*20:12
αλλο βιβλιον ¦ βιβλιον αλλο TR
†20:12
ηνεωχθη ¦ ανεωχθη PCK ¦ ηνοιχθη ANT CT
‡20:13
νεκρους τους εν αυτη ¦ εν αυτη νεκρους BYZ PCK TR
§20:13
νεκρους τους εν αυτοις ¦ εν αυτοις νεκρους BYZ PCK TR
*20:13
αυτων ¦ αυτου HF
†20:14
ο θανατος ο δευτερος εστιν ¦ εστιν ο θανατος ο δευτερος PCK ¦ εστιν ο δευτερος θανατος TR
‡20:14
η λιμνη του πυρος ¦ — ANT TR
§20:15
τω βιβλιω ¦ τη βιβλω ANT BYZ CT PCK TR
κλειν ¦ κλειδα TR
τον οφιν τον αρχαιον ¦ ο οφις ο αρχαιος CT
ο ¦ — BYZ TR
ο πλανων την οικουμενην ολην ¦ ο πλανων την οικουμενην ANT ¦ — Αν CT TR
εκλεισε ¦ εκλεισεν αυτον TR
πλανα ¦ πλανηση CT TR
ετι τα εθνη ¦ τα εθνη ετι TR
και ¦ — K ANT BYZ CT HF
αυτον λυθηναι ¦ λυθηναι αυτον K BYZ CT HF
το θηριον ¦ τω θηριω BYZ PCK TR
ουδε ¦ ουτε Αν ANT BYZ PCK TR
την εικονα ¦ τη εικονι PCK
μετωπον ¦ μετωπον αυτων Αν ANT BYZ PCK TR
του ¦ — TR
τα ¦ — Αν ANT BYZ CT PCK SCR
και οι … εζησαν αχρι … ετη ¦ οι δε … ανεζησαν εως … ετη TR ¦ και οι … εζησαν εως … ετη ANT ¦ οι λοιποι … εζησαν αχρι … ετη CT ¦ — K
εζησαν ¦ ανεζησαν TR
αχρι ¦ εως ANT TR
δευτερος θανατος ¦ θανατος ο δευτερος TR
μετ αυτου ¦ μετα ταυτα K
χιλια ¦ τα χιλια NA TH WH
οταν τελεσθη ¦ μετα K BYZ HF
τον ¦ — Αν CT
τον ¦ — Αν TR
αριθμος ¦ αριθμος αυτων K ANT BYZ CT HF
εκυκλωσαν ¦ εκυκλευσαν K ANT BYZ CT HF PCK
εκ του ουρανου απο του θεου ¦ απο του θεου εκ του ουρανου TR ¦ εκ του ουρανου CT
θειου ¦ του θειου ANT
και ¦ — TR
μεγαν λευκον ¦ λευκον μεγαν Αν BYZ TR
αυτον ¦ αυτου SBL TH TR WH ¦ αυτω ANT
προσωπου ¦ του προσωπου CT
η γη και ο ουρανος ¦ ο ουρανος και η γη PCK
τους μεγαλους και τους μικρους ¦ μικρους και μεγαλους TR ¦ — K
θρονου ¦ θεου TR
ηνεωχθησαν ¦ ηνοιξαν K BYZ HF ¦ ανεωχθησαν PCK ¦ ηνοιχθησαν ANT CT
αλλο βιβλιον ¦ βιβλιον αλλο TR
ηνεωχθη ¦ ανεωχθη PCK ¦ ηνοιχθη ANT CT
νεκρους τους εν αυτη ¦ εν αυτη νεκρους BYZ PCK TR
νεκρους τους εν αυτοις ¦ εν αυτοις νεκρους BYZ PCK TR
αυτων ¦ αυτου HF
ο θανατος ο δευτερος εστιν ¦ εστιν ο θανατος ο δευτερος PCK ¦ εστιν ο δευτερος θανατος TR
η λιμνη του πυρος ¦ — ANT TR
τω βιβλιω ¦ τη βιβλω ANT BYZ CT PCK TR