10
1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις * ἡ πρὸς τὸν Θεὸν ὑπὲρ † τοῦ Ἰσραήλ ‡ ἐστιν εἰς σωτηρίαν. 2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. 3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν § δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 * Μωϋσῆς γὰρ γράφει † τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας ‡ αὐτὰ ἄνθρωπος ζήσεται ἐν § αὐτοῖς. 6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν— 7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· 9 ὅτι ἐὰν ὁμολογήσῃς * ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12 Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
14 Πῶς οὖν † ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ ‡ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ § ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 Πῶς δὲ * κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; † Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες ‡ τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων § τὰ ἀγαθά. 16 Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος * Θεοῦ.
18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
19 Ἀλλὰ λέγω, μὴ † οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος ‡ Μωϋσῆς λέγει,
Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει,
§ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,
Εὑρέθην * τοῖς ἐμὲ μὴ ζητοῦσιν,
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.
21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
Notes
* 10:1
η ¦ — CT
† 10:1
του ισραηλ ¦ αυτων CT
‡ 10:1
εστιν ¦ — CT
§ 10:3
δικαιοσυνην 92.5% ¦ — SBL WH 3.7%
* 10:5
μωυσης ¦ μωσης PCK TR
† 10:5
την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου SBL ¦ την δικαιοσυνην την εκ νομου οτι TH ¦ οτι την δικαιοσυνην την εκ νομου WH
‡ 10:5
αυτα ¦ — SBL WH
§ 10:5
αυτοις ¦ αυτη SBL TH WH
* 10:9
εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους WH
† 10:14
επικαλεσονται ¦ επικαλεσωνται CT
‡ 10:14
πιστευσουσιν ¦ πιστευσωσιν CT
§ 10:14
ακουσουσι ¦ ακουσωσι CT
* 10:15
κηρυξουσιν ¦ κηρυξωσιν CT
† 10:15
καθως ¦ καθαπερ WH
‡ 10:15
των ευαγγελιζομενων ειρηνην 89.3% ¦ — CT 10.4%
§ 10:15
τα ¦ — WH
* 10:17
θεου ¦ χριστου CT
† 10:19
ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω CT
‡ 10:19
μωυσης ¦ μωσης PCK TR
§ 10:19
επι ¦ επ CT
* 10:20
τοις ¦ εν τοις NA SBL
η ¦ — CT
του ισραηλ ¦ αυτων CT
εστιν ¦ — CT
δικαιοσυνην 92.5% ¦ — SBL WH 3.7%
μωυσης ¦ μωσης PCK TR
την δικαιοσυνην την εκ του νομου οτι ¦ οτι την δικαιοσυνην την εκ του νομου SBL ¦ την δικαιοσυνην την εκ νομου οτι TH ¦ οτι την δικαιοσυνην την εκ νομου WH
αυτα ¦ — SBL WH
αυτοις ¦ αυτη SBL TH WH
εν τω στοματι σου κυριον ιησουν ¦ το ρημα εν τω στοματι σου οτι κυριος ιησους WH
επικαλεσονται ¦ επικαλεσωνται CT
πιστευσουσιν ¦ πιστευσωσιν CT
ακουσουσι ¦ ακουσωσι CT
κηρυξουσιν ¦ κηρυξωσιν CT
καθως ¦ καθαπερ WH
των ευαγγελιζομενων ειρηνην 89.3% ¦ — CT 10.4%
τα ¦ — WH
θεου ¦ χριστου CT
ουκ εγνω ισραηλ ¦ ισραηλ ουκ εγνω CT
μωυσης ¦ μωσης PCK TR
επι ¦ επ CT
τοις ¦ εν τοις NA SBL