1Εἴ τις οὖν παράκλησις ἐν χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ ⸂τις⸃ σπλάγχνα καὶ οἰκτιρμοί, 2πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· 3 ⸂μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν,⸃ ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· 4 ⸂μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.⸃ 5Τοῦτο ⸋γὰρ⸌ ⸂φρονείσθω⸃ ἐν ὑμῖν ὃ καὶ ἐν χριστῷ Ἰησοῦ· 6ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, 7ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· 8καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 9Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ⸆ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· 10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς χριστός, εἰς δόξαν θεοῦ πατρός.
12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13 ⸋ὁ⸌ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. 14Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ⸂ἀμώμητα⸃ ⸂2ἐν μέσῳ⸃ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· 18τὸ δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
19Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. 20Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. 21Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ ⸂χριστοῦ Ἰησοῦ.⸃ 22Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμέ, ἐξαυτῆς· 24πέποιθα δὲ ἐν κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. 25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· 26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, ⸆ καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησεν· 27καὶ γὰρ ἠσθένησεν παραπλήσιον ⸂θανάτῳ,⸃ ἀλλὰ ὁ θεὸς ⸉αὐτὸν ἠλέησεν,⸊ οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ ⸂2λύπην⸃ σχῶ. 28Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα, ἰδόντες αὐτὸν πάλιν, χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. 29Προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· 30ὅτι διὰ τὸ ἔργον ⸂τοῦ χριστοῦ⸃ μέχρι θανάτου ἤγγισεν, ⸂2παραβουλευσάμενος⸃ τῇ ψυχῇ, ἵνα ⸂3ἀναπληρώσῃ⸃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

Notes


*2:1 ⸂ τις RP TNT2 WH NA NIV SBL Ead ¦ τι f 35 ¦ τινα TR

*2:3 ⸂ μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν RP f 35 TR ¦ μηδὲν κατ᾽ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν TNT2 NA NIV SBL ¦ μηδὲν κατ᾽ ἐριθίαν μηδὲ κατὰ κενοδοξίαν WH ¦ μηδὲν κατὰ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν Ead

*2:4 ⸂ μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος. RP TR ¦ μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὸ ἑτέρων ἕκαστος. f 35 ¦ μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. TNT2 WH NA NIV73 SBL Ead ¦ μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ τὰ ἑτέρων ἕκαστοι. NIV11

*2:5 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:5 ⸂ φρονείσθω RP f 35 TR ¦ φρονεῖτε TNT2 WH NA NIV SBL Ead

*2:9 ⸆ – RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL Ead

*2:13 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:15 ⸂ ἀμώμητα RP f 35 TR Ead ¦ ἄμωμα TNT2 WH NA NIV SBL

*2:15 ⸂2 ἐν μέσῳ RP f 35 TR ¦ μέσον TNT2 WH NA NIV SBL Ead

*2:21 ⸂ χριστοῦ Ἰησοῦ RP f 35 WH NA25 ¦ τοῦ χριστοῦ Ἰησοῦ TR ¦ Ἰησοῦ χριστοῦ TNT2 NA27+28 NIV SBL Ead

*2:26 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ ἰδεῖν WH

*2:27 ⸂ θανάτῳ RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ θανάτου WH

*2:27 ⸉ αὐτὸν ἠλέησεν RP f 35 TR Ead ¦ ἠλέησεν αὐτὸν TNT2 WH NA NIV SBL

*2:27 ⸂2 λύπην RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ λύπῃ TR

*2:30 ⸂ τοῦ χριστοῦ RP f 35 TR Ead ¦ χριστοῦ TNT2 NA NIV SBL ¦ κυρίου WH

*2:30 ⸂2 παραβουλευσάμενος RP f 35 TR ¦ παραβολευσάμενος TNT2 WH NA NIV SBL Ead

*2:30 ⸂3 ἀναπληρώσῃ RP TR TNT2 WH NA NIV SBL Ead ¦ πληρώσῃ f 35