1Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ⸆ ἀσφαλές. 2Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· 3ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι ⸂θεοῦ⸃ λατρεύοντες, καὶ καυχώμενοι ἐν χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· 4καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί· εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· 5περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, 6κατὰ ⸂ζῆλον⸃ διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. 7Ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν χριστὸν ζημίαν. 8Ἀλλὰ ⸂μὲν οὖν⸃ καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου· δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα ⸋εἶναι,⸌ ἵνα χριστὸν κερδήσω, 9καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει· 10τοῦ γνῶναι αὐτὸν ⸂καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ,⸃ ⸂2συμμορφούμενος⸃ τῷ θανάτῳ αὐτοῦ, 11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν ⸂τῶν νεκρῶν.⸃ 12Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι· διώκω δέ, εἰ καὶ καταλάβω ἐφ᾽ ᾧ καὶ κατελήφθην ὑπὸ ⸂τοῦ χριστοῦ Ἰησοῦ.⸃ 13Ἀδελφοί, ἐγὼ ἐμαυτὸν ⸂οὐ⸃ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14κατὰ σκοπὸν διώκω ⸂ἐπὶ⸃ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν χριστῷ Ἰησοῦ. 15Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· 16πλὴν εἰς ὃ ἐφθάσαμεν, ⸂τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.⸃
17Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. 18Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ χριστοῦ· 19ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 20Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, κύριον Ἰησοῦν χριστόν· 21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, ⸋εἰς τὸ γενέσθαι αὐτὸ⸌ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ⸂ἑαυτῷ⸃ τὰ πάντα.

Notes


*3:1 ⸆ – RP TR TNT2 WH NA NIV SBL Ead ¦ τὸ f 35

*3:3 ⸂ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ θεῷ TR

*3:6 ⸂ ζῆλον RP f 35 TR ¦ ζῆλος TNT2 WH NA NIV SBL Ead

*3:8 ⸂ μὲν οὖν RP f 35 TNT2 Ead ¦ μενοῦνγε TR WH NA NIV SBL

*3:8 ⸋ εἶναι RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL

*3:10 ⸂ καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ RP f 35 TR NA27+28 NIV73 Ead ¦ καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ κοινωνίαν παθημάτων αὐτοῦ TNT2 WH NA25 NIV11 SBL

*3:10 ⸂2 συμμορφούμενος RP f 35 TR ¦ συμμορφιζόμενος TNT2 WH NA NIV SBL Ead

*3:11 ⸂ τῶν νεκρῶν RP f 35 TR ¦ τὴν ἐκ νεκρῶν TNT2 WH NA NIV SBL Ead

*3:12 ⸂ τοῦ χριστοῦ Ἰησοῦ RP f 35 TR ¦ χριστοῦ TNT2 SBL Ead ¦ χριστοῦ Ἰησοῦ WH NA NIV

*3:13 ⸂ οὐ RP TR TNT2 NA27+28 SBL Ead ¦ οὔπω f 35 WH NA25 NIV

*3:14 ⸂ ἐπὶ RP f 35 TR Ead ¦ εἰς TNT2 WH NA NIV SBL

*3:16 ⸂ τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν RP f 35 TR ¦ τῷ αὐτῷ στοιχεῖν TNT2 WH NA NIV SBL Ead

*3:21 ⸋ εἰς τὸ γενέσθαι αὐτὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*3:21 ⸂ ἑαυτῷ RP f 35 TR ¦ αὐτῷ TNT2 NA NIV ¦ αὑτῷ WH SBL Ead