4
 1 Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ * εκκακουμεν ¦ εγκακουμεν CTἐκκακοῦμεν·  2  † αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ‡ συνιστωντες ¦ συνιστανοντες NA SBL WH ¦ συνισταντες THσυνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ.  3 Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον·  4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι § αυτοις ¦ — CTαὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.  5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, * αλλα χριστον ιησουν ¦ αλλα ιησουν χριστον NA27 ¦ αλλ ιησουν χριστον NA28ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.  6 Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς † λαμψαι ¦ λαμψει CTλάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ ‡ ιησου ¦ — SBL WHἸησοῦ Χριστοῦ. 
 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν·  8 ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι·  9 διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι·  10 πάντοτε τὴν νέκρωσιν τοῦ § κυριου ¦ — CTΚυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.  11 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.  12 Ὥστε ὁ * μεν ¦ — CTμὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 
 13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν·  14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν † κυριον ¦ — SBLΚύριον Ἰησοῦν καὶ ἡμᾶς ‡ δια ¦ συν CTδιὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.  15 Τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. 
 16 Διὸ οὐκ § εκκακουμεν ¦ εγκακουμεν CTἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ * εσωθεν ¦ εσω ημων CTἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.  17 Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως † ημων ¦ — WHἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,  18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια. 
*4:1 εκκακουμεν ¦ εγκακουμεν CT
†4:2 αλλα ¦ αλλ ANT NA28 TR
‡4:2 συνιστωντες ¦ συνιστανοντες NA SBL WH ¦ συνισταντες TH
§4:4 αυτοις ¦ — CT
*4:5 αλλα χριστον ιησουν ¦ αλλα ιησουν χριστον NA27 ¦ αλλ ιησουν χριστον NA28
†4:6 λαμψαι ¦ λαμψει CT
‡4:6 ιησου ¦ — SBL WH
§4:10 κυριου ¦ — CT
*4:12 μεν ¦ — CT
†4:14 κυριον ¦ — SBL
‡4:14 δια ¦ συν CT
§4:16 εκκακουμεν ¦ εγκακουμεν CT
*4:16 εσωθεν ¦ εσω ημων CT
†4:17 ημων ¦ — WH