3
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 2 οὗτος ἦλθε πρὸς * αυτον ¦ τον ιησουν BYZ PCK TRαὐτὸν νυκτός, καὶ εἶπεν αὐτῷ, † ραββι ¦ ραββει TH WHῬαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ‡ ταυτα τα σημεια δυναται ¦ δυναται ταυτα τα σημεια CTταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. 3 Ἀπεκρίθη § ο ¦ — ANT CT PCKὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. 4 Λέγει πρὸς αὐτὸν * ο ¦ — PCK THὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 Ἀπεκρίθη † ιησους 82.2% ¦ ο ιησους TR WH 16.7%Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι. 7 Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
9 Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι; 10 Ἀπεκρίθη ‡ ιησους ¦ ο ιησους TRἸησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; 11 Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; 13 Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου § ο ων εν τω ουρανω 97.6% ¦ — CT 1.1%ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 Καὶ καθὼς * μωσης ¦ μωυσης ANT CTΜωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου· 15 ἵνα πᾶς ὁ πιστεύων † εις αυτον 96.7% ¦ εν αυτω NA SBL WH 0.4%εἰς αὐτὸν ‡ μη αποληται αλλ ¦ — CTμὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν § αυτου 95.9% ¦ — CT 0.4%αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, * αλλ ¦ αλλα SBL WHἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. 17 Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν † αυτου ¦ — CTαὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. 18 Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ ‡ δε ¦ — WHδὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ § πονηρα αυτων ¦ αυτων πονηρα CTπονηρὰ αὐτῶν τὰ ἔργα. 20 Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. 21 Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. 23 Ἦν δὲ καὶ * ιωαννης ¦ ο ιωαννης NA SBL ¦ ο ιωανης WHἸωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ † σαλημ ¦ σαλειμ ANT BYZ CT TRΣαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ ‡ παρεγινοντο ¦ παρεγεινοντο THπαρεγίνοντο καὶ ἐβαπτίζοντο. 24 Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν § ο ιωαννης ¦ ιωανης WHὁ Ἰωάννης.
25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν * ιωαννου ¦ ιωανου WHἸωάννου μετὰ † ιουδαιου 85.1% ¦ ιουδαιων TR 13.5%Ἰουδαίου περὶ καθαρισμοῦ. 26 Καὶ ‡ ηλθον ¦ ηλθαν WHἦλθον πρὸς τὸν § ιωαννην ¦ ιωανην WHἸωάννην καὶ * ειπον ¦ ειπαν CTεἶπον αὐτῷ, † ραββι ¦ ραββει TH WHῬαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 Ἀπεκρίθη ‡ ιωαννης ¦ ιωανης WHἸωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν § ουδεν 88.7% ¦ ουδε εν NA SBL 0.1%οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28 Αὐτοὶ ὑμεῖς * μαρτυρειτε ¦ μοι μαρτυρειτε ANT CT PCK TRμαρτυρεῖτε ὅτι † ειπον ¦ ειπον οτι NA ¦ ειπον εγω WHεἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31 Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί. 32  ‡ και ¦ — CTΚαὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33 Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. 34 Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν § ο θεος ¦ — CTὁ Θεὸς τὸ πνεῦμα. 35 Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36 Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται * ζωην ¦ την ζωην BYZ HF PCKζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ † μένει ¦ μενεῖ PCKμένει ἐπ᾽ αὐτόν.

*3:2 αυτον ¦ τον ιησουν BYZ PCK TR

†3:2 ραββι ¦ ραββει TH WH

‡3:2 ταυτα τα σημεια δυναται ¦ δυναται ταυτα τα σημεια CT

§3:3 ο ¦ — ANT CT PCK

*3:4 ο ¦ — PCK TH

†3:5 ιησους 82.2% ¦ ο ιησους TR WH 16.7%

‡3:10 ιησους ¦ ο ιησους TR

§3:13 ο ων εν τω ουρανω 97.6% ¦ — CT 1.1%

*3:14 μωσης ¦ μωυσης ANT CT

†3:15 εις αυτον 96.7% ¦ εν αυτω NA SBL WH 0.4%

‡3:15 μη αποληται αλλ ¦ — CT

§3:16 αυτου 95.9% ¦ — CT 0.4%

*3:16 αλλ ¦ αλλα SBL WH

†3:17 αυτου ¦ — CT

‡3:18 δε ¦ — WH

§3:19 πονηρα αυτων ¦ αυτων πονηρα CT

*3:23 ιωαννης ¦ ο ιωαννης NA SBL ¦ ο ιωανης WH

†3:23 σαλημ ¦ σαλειμ ANT BYZ CT TR

‡3:23 παρεγινοντο ¦ παρεγεινοντο TH

§3:24 ο ιωαννης ¦ ιωανης WH

*3:25 ιωαννου ¦ ιωανου WH

†3:25 ιουδαιου 85.1% ¦ ιουδαιων TR 13.5%

‡3:26 ηλθον ¦ ηλθαν WH

§3:26 ιωαννην ¦ ιωανην WH

*3:26 ειπον ¦ ειπαν CT

†3:26 ραββι ¦ ραββει TH WH

‡3:27 ιωαννης ¦ ιωανης WH

§3:27 ουδεν 88.7% ¦ ουδε εν NA SBL 0.1%

*3:28 μαρτυρειτε ¦ μοι μαρτυρειτε ANT CT PCK TR

†3:28 ειπον ¦ ειπον οτι NA ¦ ειπον εγω WH

‡3:32 και ¦ — CT

§3:34 ο θεος ¦ — CT

*3:36 ζωην ¦ την ζωην BYZ HF PCK

†3:36 μένει ¦ μενεῖ PCK