The Day of Christ
1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτόν, 2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι᾿ ἐπιστολῆς ὡς δι᾿ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ.
The man of sin
3Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, 4ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν Θεός. 5(Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;)
The Restrainer
6Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. 7Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. 8Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· 9οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους, 10καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθ᾿ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.
Believing ‘the lie’
11Καί, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλ᾿ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.
To be Saved is Different
13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾿ ἀρχῆς, εἰς σωτηρίαν, ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, 14εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
15Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου εἴτε δι᾿ ἐπιστολῆς ἡμῶν.
Another model prayer
16Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθήν, ἐν χάριτι, 17παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.

Notes


*2:2 μητε f35 [94%] RP,HF,OC,TR,CP ¦ μηδε ℵA,B [5%] NU ¦ μηποτε [1%]

2:2 θροεισθαι rell ¦ θροεισθε [10%]

2:2 δια rell ¦ 1 του [10%] OC (The addition of the article presumably makes the reference be to the Holy Spirit, which is clearly wrong here.)

§2:2 χριστου f35 [85%] RP,HF,OC,TR,CP ¦ κυριου ℵA,B [15%] NU (Might this be a doctrinally motivated variant?)

*2:3 αμαρτιας f35 A (93.8%) RP,HF,OC,TR,CP ¦ ανομιας ℵB (5.4%) NU ¦ long omissions (0.8%)

2:4 ως θεον καθισαι f35 (82.3%) RP,HF,OC,TR,CP ¦ ~ 312 (8.2%) ¦ 3 ℵA,B (9.2%) NU ¦ two other variants (0.3%) (Scattered around the variants, 4.9% have καθησαι.)

2:4 αποδεικνυντα f35 ℵB [88%] RP,HF,OC,TR,NU ¦ αποδεικνυοντα (A) [12%] CP

§2:6 εαυτου f35 B [80%] RP,HF,OC,TR,CP,NU ¦ αυτου ℵA,I [20%]

*2:8 κυριος f35 B (86.6%) RP,HF,OC,TR,CP ¦ 1 ιησους ℵA (13.4%) [NU]

2:8 αναλωσει f35 (92.9%) RP,HF,OC,TR,CP ¦ ανελει B (6.1%) NU ¦ ανελοι (0.7%) ¦ αναλοι ℵ ¦ αναιλει A

2:10 της f35 [95%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [5%] NU

§2:10 εν f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [4%] NU

*2:11 πεμψει f35 [97%] RP,HF,OC,TR,CP ¦ πεμπει ℵA,B [3%] NU

2:12 εν f35 A [90%] RP,HF,OC,TR,CP ¦ — ℵB [10%] NU

2:13 ειλετο f35 [95%] RP,HF,OC,TR,CP ¦ ειλατο ℵA,B [5%] NU

§2:13 απ αρχης f35 ℵ [94%] RP,HF,OC,TR,CP ¦ απαρχην B [6%] NU (‘Firstfruits’ when and where? Is not the reading of NU inferior?)

*2:14 ο f35 A,B [94%] RP,HF,OC,TR,CP ¦ 1 και ℵ [6%] [NU]

2:16 ο f35 ℵA,I [94%] RP,HF,OC,TR,CP[NU] ¦ — B [6%]

2:16 και f35 A,I [97%] RP,HF,OC,TR,CP ¦ ο ℵB [2%] NU ¦ και ο [1%]

§2:16 ημας rell ¦ υμας [5%] CP

*2:16 δους f35 ℵA,B [90%] RP,HF,OC,TR,NU ¦ διδους [10%] CP

2:17 υμας f35 [92%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [8%] NU

2:17 λογω και εργω f35 [89%] RP,HF,OC,TR,CP ¦ ~ 321 ℵA,B [10%] NU ¦ two other readings [1%]