2
About having the mind of Christ
1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τι σπλάγχνα καὶ οἰκτιρμοί, 2πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες. 3Μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. 4Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὸ ἑτέρων ἕκαστος.
5Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6ὅς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, 7ἀλλ᾿ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. 8Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου—θανάτου δὲ σταυροῦ. 9Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ—ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων— 11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.
Act like children of God
12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε (μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου), μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, 13ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ὑπὲρ τῆς εὐδοκίας.
14Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17Ἀλλ᾿ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. 18Τὸ δ᾿ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
About Timothy
19Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. 20Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει 21(οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ). 22Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς. 24Πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
About Epaphroditus
25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον, τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· 26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. 27Καὶ γὰρ ἠσθένησεν, παραπλήσιον θανάτῳ, ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. 29Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα πληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
Notes
*2:1
τι f35 [35%] ¦ τις 𝕻46ℵA,B,C [60%] RP,HF,OC,CP,NU ¦ τινα [5%] TR
†2:2
φρονητε rell ¦ φρονειτε [10%]
‡2:3
κατα f35 𝕻46A [90%] RP,HF,OC,TR,CP ¦ κατ ℵB,C [10%] NU
§2:3
η f35 [95%] RP,HF,OC,TR,CP ¦ μηδε κατα ℵA,B,C [3%] NU ¦ μηδε 𝕻46 [1%] ¦ 1 κατα [1%] ¦ one other reading
*2:4
σκοπειτε f35 [93%] RP,HF,OC,TR,CP ¦ σκοπουντες 𝕻46ℵA,B,C [5%] NU ¦ σκοπειτω [2%]
†2:4
και f35 𝕻46ℵA,B,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — D [1%]
‡2:4
το f35 [40%] CP ¦ τα 𝕻46ℵA,B,C [45%] RP,HF,OC,TR,NU ¦ των [15%]
§2:4
εκαστος f35 C [95%] RP,HF,OC,TR,CP ¦ εκαστοι 𝕻46ℵA,B [4%] NU ¦ — [1%]
*2:5
γαρ f35 𝕻46 [97%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,C [2%] NU ¦ ουν [1%]
†2:5
φρονεισθω f35 [97%] RP,HF,OC,TR,CP ¦ φρονειτε 𝕻46ℵA,B,C [3%] NU
‡2:9
αυτω f35 [98%] RP,HF,OC,TR,CP ¦ 1 το 𝕻46ℵA,B,C [2%] NU
§2:11
εξομολογησηται f35 𝕻46ℵB [80%] RP,HF,OC,TR,CP,NU ¦ εξομολογησεται A,C [20%]
*2:12
υπηκουσατε rell ¦ 1 μου CP
†2:12
ως f35 𝕻46ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ — B [10%] CP
‡2:12
αλλα rell ¦ 1 και CP
§2:13
ο f35 [95%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,C [5%] NU
*2:14
γογγυσμων f35 𝕻46vℵA,B,C [90%] RP,HF,OC,TR,NU ¦ οργης [10%] CP
†2:15
αμωμητα f35 [97%] RP,HF,OC,TR,CP ¦ αμωμα 𝕻46ℵA,B,C [3%] NU
‡2:15
εν μεσω f35 [96%] RP,HF,OC,TR,CP ¦ μεσον 𝕻46ℵA,B,C [4%] NU
§2:17
αλλ rell ¦ αλλα Av,B [1%] NU
*2:18
δ f35 A,C [97%] RP,HF,OC,TR ¦ δε 𝕻46ℵB [3%] CP,NU
†2:21
τα f35 𝕻46ℵA,B,C [60%] RP,HF,OC,CP,NU ¦ 1 του [40%] TR
‡2:21
χριστου ιησου f35 B [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,C [3%] NU
§2:23
απιδω f35 C [97%] RP,HF,OC,TR,CP ¦ αφιδω 𝕻46ℵA,B [3%] NU
*2:26
υμας f35 (𝕻46)(B) [75%] RP,HF,OC,TR,CP,NU ¦ 1 ιδειν ℵA,C,Iv [25%]
†2:27
θανατω rell ¦ θανατου B [10%] OC
‡2:27
αλλ f35 [80%] HF,OC,TR ¦ αλλα ℵA,B,C [20%] RP,CP,NU
§2:27
αυτον ηλεησεν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU
*2:27
λυπην f35 ℵA,B,C [90%] RP,HF,OC,CP,NU ¦ λυπη [10%] TR
†2:28
αλυποτερος rell ¦ αλυπωτερος [15%]
‡2:30
του χριστου f35 [90%] RP,HF,OC,TR,CP ¦ 2 𝕻46B [5%] NU ¦ κυριου ℵA [4%] ¦ — C [1%] ¦ one other reading
§2:30
παραβουλευσαμενος f35 C [97%] RP,HF,OC,TR,CP ¦ παραβολευσαμενος 𝕻46ℵA,B [3%] NU
*2:30
πληρωση f35 B [40%] CP ¦ αναπληρωση 𝕻46A,C [55%] RP,HF,OC,TR,NU ¦ αναπληρωσει ℵ [5%]
†2:30
με rell ¦ εμε ℵ [10%]