1Πρεσβυτέρους ⸀οὖνἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντεςμὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ⸂κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 3μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· 4καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοιςτὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. 8νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ⸀τινα⸀καταπιεῖν 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸀τῷκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει στηρίξει, σθενώσει, ⸀θεμελιώσει 11⸀αὐτῷτὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων· ἀμήν. 12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε 13ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀Χριστῷ ‘/book’
Notes
*5:1 οὖν WH Treg NA27 ] τοὺς NA28 RP
†5:2 ἐπισκοποῦντες Treg NA28 RP ] – WH
‡5:2 κατὰ θεόν Treg NA28 ] – WH RP
§5:5 ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RP
*5:8 τινα NA28 ] τίνα RP; – WH Treg
†5:8 καταπιεῖν WH Treg NA28 ] καταπίῃ RP
‡5:9 τῷ WH Treg NA27 ] – NA28 RP
§5:10 Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP
*5:10 καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP
†5:10 θεμελιώσει NA28 RP ] – WH Treg
‡5:11 αὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP
§5:11 τῶν αἰώνων Treg NIV RP ] – WH NA28
*5:12 στῆτε WH Treg NA28 ] ἑστήκατε RP
†5:14 Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP
οὖν WH Treg NA27 ] τοὺς NA28 RP
ἐπισκοποῦντες Treg NA28 RP ] – WH
κατὰ θεόν Treg NA28 ] – WH RP
ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RP
τινα NA28 ] τίνα RP; – WH Treg
καταπιεῖν WH Treg NA28 ] καταπίῃ RP
τῷ WH Treg NA27 ] – NA28 RP
Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP
καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP
θεμελιώσει NA28 RP ] – WH Treg
αὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP
τῶν αἰώνων Treg NIV RP ] – WH NA28
στῆτε WH Treg NA28 ] ἑστήκατε RP
Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP