1⸀Διαμαρτύρομαιἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶνεκρούς, ⸀καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· 2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ⸂ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, 4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώς μου ἐφέστηκεν. 7τὸν ⸂καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
9Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10Δημᾶς γάρ με ⸀ἐγκατέλιπενἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν, 12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13τὸν φαιλόνην, ὃν ⸀ἀπέλιπονἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ⸀ἀποδώσειαὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ— 15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ⸀ἀντέστητοῖς ἡμετέροις λόγοις.
16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι ⸀παρεγένετο ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη— 17ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ⸀ἀκούσωσινπάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18⸀ῥύσεταίμε ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ⸀ἀπέλιπονἐν Μιλήτῳ ἀσθενοῦντα. 21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22Ὁ ⸀κύριοςμετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθʼ ⸀ὑμῶν ‘p /’ ‘/book’

Notes


*4:1 Διαμαρτύρομαι WH Treg NA28 ] + οὖν ἐγὼ RP

4:1 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP

4:1 καὶ WH Treg NA28 ] κατὰ RP

§4:3 ἰδίας ἐπιθυμίας WH Treg NA28 ] ἐπιθυμίας τὰς ἰδίας RP

*4:6 ἀναλύσεώς μου WH Treg NA28 ] ἐμῆς ἀναλύσεως RP

4:7 καλὸν ἀγῶνα WH Treg NA28 ] ἀγῶνα τὸν καλὸν RP

4:10 ἐγκατέλιπεν Treg NA28 RP ] ἐγκατέλειπεν WH

§4:13 ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WH

*4:14 ἀποδώσει WH Treg NA28 ] ἀποδῴη RP

4:15 ἀντέστη WH Treg NA28 ] ἀνθέστηκεν RP

4:16 παρεγένετο WH Treg NA28 ] συμπαρεγένετο RP

§4:16 ἐγκατέλιπον Treg NA28 RP ] ἐγκατέλειπον WH

*4:17 ἀκούσωσιν WH Treg NA28 ] ἀκούσῃ RP

4:18 ῥύσεταί WH Treg NA28 ] Καὶ ῥύσεταί RP

4:20 ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WH

§4:22 κύριος WH Treg NA28 ] + Ἰησοῦς χριστὸς RP

*4:22 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP