ΙΩΑΝΝΟΥ Γ
1Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4μειζοτέραν τούτων οὐκ ἔχω ⸀χαράν ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ⸀τῇἀληθείᾳ περιπατοῦντα.
5Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτοξένους, 6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· 7ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν 8ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειντοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
9Ἔγραψά ⸀τιτῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. 10διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
11Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ⸀οἶδαςὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13Πολλὰ εἶχον ⸂γράψαι σοι, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι ⸀γράφειν 14ἐλπίζω δὲ εὐθέως ⸂σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα. ‘p /’ ‘/book’

Notes


*1:4 χαράν Treg NA28 RP ] χάριν WH

1:4 τῇ WH Treg NA27 ] – NA28 RP

1:5 τοῦτο WH Treg NA28 ] εἰς τοὺς RP

§1:7 ἐθνικῶν WH Treg NA28 ] ἐθνῶν RP

*1:8 ὑπολαμβάνειν WH Treg NA28 ] ἀπολαμβάνειν RP

1:9 τι WH Treg NA28 ] – RP

1:12 οἶδας WH Treg NA28 ] οἴδατε RP

§1:13 γράψαι σοι WH Treg NA28 ] γράφειν RP

*1:13 γράφειν WH Treg NA28 ] γράψαι RP

1:14 σε ἰδεῖν WH Treg NA28 ] ἰδεῖν σε RP