3
1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— 2εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· 3⸀κατὰἀποκάλυψιν ⸀ἐγνωρίσθημοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, 5ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, 6εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ⸂ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, 7οὗ ⸀ἐγενήθηνδιάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ ⸂τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ— 8ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— ⸀τοῖςἔθνεσιν εὐαγγελίσασθαι ⸂τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ, 9καὶ φωτίσαι ⸀πάνταςτίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα ⸀κτίσαντι 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν ⸀τῷΧριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν ⸀καὶπροσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13διὸ αἰτοῦμαι μὴ ⸀ἐγκακεῖνἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ⸀πατέρα 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16ἵνα ⸀δῷὑμῖν κατὰ ⸂τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 18ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ⸂ὕψος καὶ βάθος, 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ⸀καὶἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
Notes
*3:3
κατὰ Holmes WHmarg ] ὅτι κατὰ WH Treg NA28 RP
†3:3
ἐγνωρίσθη WH Treg NA28 ] ἐγνώρισέν RP
‡3:6
ἐν Χριστῷ Ἰησοῦ WH Treg NA28 ] αὐτοῦ ἐν τῷ Χριστῷ RP
§3:7
ἐγενήθην WH Treg NA28 ] ἐγενόμην RP
*3:7
τῆς δοθείσης WH Treg NA28 ] τὴν δοθεῖσάν RP
†3:8
τοῖς WH Treg NA28 ] ἐν τοῖς RP
‡3:8
τὸ ἀνεξιχνίαστον πλοῦτος WH Treg NA28 ] τὸν ἀνεξιχνίαστον πλοῦτον RP
§3:9
πάντας Treg NA28 RP ] – WH
*3:9
κτίσαντι WH Treg NA28 ] + διὰ Ἰησοῦ Χριστοῦ RP
†3:11
τῷ WH Treg NA28 ] – RP
‡3:12
καὶ WH Treg NA28 ] + τὴν RP
§3:13
ἐγκακεῖν WH Treg NA28 ] ἐκκακεῖν RP
*3:14
πατέρα WH Treg NA28 ] + τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ RP
†3:16
δῷ WH Treg NA28 ] δῴη RP
‡3:16
τὸ πλοῦτος WH Treg NA28 ] τὸν πλοῦτον RP
§3:18
ὕψος καὶ βάθος WH Treg NA28 ] βάθος καὶ ὕψος RP
*3:21
καὶ WH Treg NA28 ] – RP
κατὰ Holmes WHmarg ] ὅτι κατὰ WH Treg NA28 RP
ἐγνωρίσθη WH Treg NA28 ] ἐγνώρισέν RP
ἐν Χριστῷ Ἰησοῦ WH Treg NA28 ] αὐτοῦ ἐν τῷ Χριστῷ RP
ἐγενήθην WH Treg NA28 ] ἐγενόμην RP
τῆς δοθείσης WH Treg NA28 ] τὴν δοθεῖσάν RP
τοῖς WH Treg NA28 ] ἐν τοῖς RP
τὸ ἀνεξιχνίαστον πλοῦτος WH Treg NA28 ] τὸν ἀνεξιχνίαστον πλοῦτον RP
πάντας Treg NA28 RP ] – WH
κτίσαντι WH Treg NA28 ] + διὰ Ἰησοῦ Χριστοῦ RP
τῷ WH Treg NA28 ] – RP
καὶ WH Treg NA28 ] + τὴν RP
ἐγκακεῖν WH Treg NA28 ] ἐκκακεῖν RP
πατέρα WH Treg NA28 ] + τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ RP
δῷ WH Treg NA28 ] δῴη RP
τὸ πλοῦτος WH Treg NA28 ] τὸν πλοῦτον RP
ὕψος καὶ βάθος WH Treg NA28 ] βάθος καὶ ὕψος RP
καὶ WH Treg NA28 ] – RP