1Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν 2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐντῷ οἴκῳ αὐτοῦ. 3πλείονος γὰρ ⸂οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· 4πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲπάντα κατασκευάσας θεός. 5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὃςοἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰντὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδοςκατάσχωμεν.
7Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, 8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 9οὗ ⸀ἐπείρασανοἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου 10τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ⸀ταύτῃκαὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· 11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 12βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας· 14μέτοχοι γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. 15ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 16τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; 17τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 19καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν.

Notes


*3:1 Ἰησοῦν WH Treg NA28 ] + Χριστόν RP

3:2 ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NA28 RP

3:3 οὗτος δόξης WH Treg NA28 ] δόξης οὗτος RP

§3:4 δὲ WH Treg NA28 ] + τὰ RP

*3:6 ὃς Holmes ] οὗ WH Treg NA28 RP

3:6 ἐὰν WH Treg ] ἐάνπερ NA28 RP

3:6 ἐλπίδος NA28 ] + μέχρι τέλους βεβαίαν WH Treg RP

§3:9 ἐπείρασαν WH Treg NA28 ] + με RP

*3:9 ἐν δοκιμασίᾳ WH Treg NA28 ] ἐδοκιμασάν με RP

3:10 ταύτῃ WH Treg NA28 ] ἐκείνῃ RP

3:13 τις ἐξ ὑμῶν WH Treg NA28 ] ἐξ ὑμῶν τις RP

§3:14 τοῦ Χριστοῦ γεγόναμεν WH Treg NA28 ] γεγόναμεν τοῦ Χριστοῦ RP