1καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶτὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετοστίλβοντα λευκὰ ⸀λίανοἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτωςλευκᾶναι. 4καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 6οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇ ⸂ἔκφοβοι γὰρ ἐγένοντο. 7καὶ ἐγένετονεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ⸀ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ. 8καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν.
9⸂Καὶ καταβαινόντων αὐτῶν ⸀ἐκτοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12ὁ δὲ ⸀ἔφηαὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνειπάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ 13ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον καθὼς γέγραπται ἐπʼ αὐτόν.
14Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς. 15καὶ ⸀εὐθὺςπᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16καὶ ἐπηρώτησεν ⸀αὐτούς Τί συζητεῖτε πρὸς ⸀αὑτούς 17καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18καὶ ὅπου ⸀ἐὰναὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόνταςκαὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19ὁ δὲ ἀποκριθεὶς ⸀αὐτοῖςλέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ⸂τὸ πνεῦμα εὐθὺς ⸀συνεσπάραξεναὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ⸀Ἐκπαιδιόθεν· 22καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι ⸀δύνῃ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. 23ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι. 24⸀εὐθὺςκράξας ὁ πατὴρ τοῦ ⸀παιδίουἔλεγεν· ⸀Πιστεύω βοήθει μου τῇ ἀπιστίᾳ. 25ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ⸂ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ⸂ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26καὶ ⸂κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ⸀τοὺςπολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27ὁ δὲ Ἰησοῦς κρατήσας ⸂τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28καὶ ⸂εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ⸂κατʼ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ⸀προσευχῇ
30Κἀκεῖθεν ἐξελθόντες ⸀παρεπορεύοντοδιὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ⸂μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. 32οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33Καὶ ⸀ἦλθονεἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷδιελογίζεσθε; 34οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37Ὃς ⸀ἂνἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂνἐμὲ ⸀δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
38⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης· Διδάσκαλε, εἴδομέν τινα ⸀ἐντῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. 39ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. 41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματιὅτιχριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃτὸν μισθὸν αὐτοῦ.
42Καὶ ὃς ⸀ἂνσκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸀τούτωντῶν πιστευόντων ⸂εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43Καὶ ἐὰν ⸀σκανδαλίζῃσε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ἐστίν σε κυλλὸν ⸂εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ⸀ἄσβεστον 45καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸀σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν ⸀γέενναν 47καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸀σέἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴνβασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸀τὴν ⸀γέενναν 48ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49Πᾶς γὰρ πυρὶ ⸀ἁλισθήσεται 50καλὸν τὸ ἅλα· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Notes


*9:1 τῶν ὧδε RP ] ὧδε τῶν WH Treg NA28

9:2 καὶ WH Treg RP ] + τὸν NA28

9:3 ἐγένετο WH NA28 ] ἐγένοντο Treg RP

§9:3 λίαν WH Treg NA28 ] + ὡς χιών RP

*9:3 οὕτως WH Treg NA28 ] – RP

9:5 τρεῖς σκηνάς WH Treg NA28 ] σκηνὰς τρεῖς RP

9:6 ἀποκριθῇ WH Treg NA28 ] λαλήσει RP

§9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NA28 ] ἦσαν γὰρ ἔκφοβοι RP

*9:7 ἐγένετο WH NA28 ] ἦλθεν Treg RP

9:7 ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP

9:8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν Treg NA28 RP ] μεθʼ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH

§9:9 Καὶ καταβαινόντων WH Treg NA28 ] Καταβαινόντων δὲ RP

*9:9 ἐκ WH NA28 ] ἀπὸ Treg RP

9:9 ἃ εἶδον διηγήσωνται WH Treg NA28 ] διηγήσωνται ἃ εἶδον RP

9:12 ἔφη WH Treg NA28 ] ἀποκριθείς εἶπεν RP

§9:12 ἀποκαθιστάνει WH Treg NA28 ] ἀποκαθιστᾷ RP

*9:12 ἐξουδενηθῇ WH Treg NA28 ] ἐξουδενωθῇ RP

9:13 ἤθελον WH Treg NA28 ] ἠθέλησαν RP

9:14 ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NA28 ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP

§9:14 πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP

*9:15 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

9:15 ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NA28 ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP

9:16 αὐτούς WH Treg NA28 ] τοῦς γραμματεῖς RP

§9:16 αὑτούς Holmes ] αὐτούς WH Treg NA28 RP

*9:17 ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NA28 ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP

9:18 ἐὰν WH Treg NA28 ] ἂν RP

9:18 ὀδόντας WH Treg NA28 ] + αὐτοῦ RP

§9:19 αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP

*9:20 τὸ πνεῦμα εὐθὺς WH Treg NA28 ] εὐθέως τὸ πνεῦμα RP

9:20 συνεσπάραξεν WH NA28 ] ἐσπάραξεν Treg RP

9:21 Ἐκ WH Treg NA28 ] – RP

§9:22 καὶ εἰς πῦρ αὐτὸν WH NA28 ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP

*9:22 δύνῃ WH Treg NA28 ] δύνασαι RP

9:23 δύνῃ WH Treg NA28 ] δύνασαι πιστεῦσαι RP

9:24 εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP

§9:24 παιδίου WH Treg NA28 ] + μετὰ δακρύων RP

*9:24 Πιστεύω WH Treg NA28 ] + κύριε RP

9:25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NA28 ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP

9:25 ἐπιτάσσω σοι WH Treg NA28 ] σοι ἐπιτάσσω RP

§9:26 κράξας καὶ πολλὰ σπαράξας WH Treg NA28 ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP

*9:26 τοὺς WH Treg NA28 ] – RP

9:27 τῆς χειρὸς αὐτοῦ WH Treg NA28 ] αὐτὸν τῆς χειρός RP

9:28 εἰσελθόντος αὐτοῦ WH Treg NA28 ] εἰσελθόντα αὐτὸν RP

§9:28 κατʼ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NA28 ] ἐπηρώτων αὐτὸν κατʼ ἰδίαν RP

*9:29 προσευχῇ WH NA28 ] + καὶ νηστείᾳ Treg RP

9:30 παρεπορεύοντο NA28 RP ] ἐπορεύοντο WH Treg

9:31 μετὰ τρεῖς ἡμέρας WH Treg NA28 ] τῇ τρίτῃ ἡμέρᾳ RP

§9:33 ἦλθον WH Treg NA28 ] ἦλθεν RP

*9:33 ὁδῷ WH Treg NA28 ] + πρὸς ἑαυτοὺς RP

9:37 ⸀ἂν WH Treg NA28 ] ἐὰν RP

9:37 ⸁ἂν WH Treg NA28 ] ἐὰν RP

§9:37 δέχηται WH Treg NA28 ] δέξηται RP

*9:38 Ἔφη αὐτῷ ὁ Ἰωάννης WH NA28 ] + λέγων Treg; Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων RP

9:38 ἐν WH Treg NA28 ] – RP

9:38 καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν WH NA28 ] ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν Treg; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν RP; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν Greeven

§9:40 ἡμῶν, ὑπὲρ ἡμῶν WH Treg NA28 ] ὑμῶν, ὑπὲρ ὑμῶν RP

*9:41 ὀνόματι WH Treg NA28 ] + μου RP

9:41 ὅτι WH Treg NA28 ] – RP

9:41 ἀπολέσῃ WH NA28 RP ] ἀπολέσει Treg

§9:42 ἂν WH Treg NA28 ] ἐὰν RP

*9:42 τούτων WH Treg NA28 ] – RP

9:42 εἰς ἐμέ Treg NA28 RP ] – WH

9:42 μύλος ὀνικὸς WH Treg NA28 ] λίθος μυλικὸς RP

§9:43 σκανδαλίζῃ Treg NA28 RP ] σκανδαλίσῃ WH

*9:43 ἐστίν σε WH Treg NA28 ] σοι ἐστὶν RP

9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NA28 ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP

9:43 ἄσβεστον WH NA28 ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP

§9:45 σε WH Treg NA28 ] σοι RP

*9:45 γέενναν WH NA28 ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP

9:47 σέ WH Treg NA28 ] σοι RP

9:47 τὴν Treg NA28 RP ] – WH

§9:47 γέενναν WH Treg NA28 ] + τοῦ πυρός RP

*9:49 ἁλισθήσεται WH NA28 ] + καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται Treg RP

9:50 ἅλα WH Treg NA28 ] ἅλας RP