17
1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ⸀ὑδάτωνπολλῶν, 2μεθʼ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. 3καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ⸀γέμονταὀνόματα βλασφημίας, ⸀ἔχωνκεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4καὶἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, ⸀καὶ κεχρυσωμένη ⸀χρυσίῳκαὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, 5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6καὶεἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων ⸀καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.
Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· 7καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· 8τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ⸀ὑπάγει καὶ ⸀θαυμασθήσονταιοἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται ⸂τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων ⸂τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.
9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπʼ αὐτῶν. καὶ βασιλεῖς ⸂ἑπτά εἰσιν· 10οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον ⸂αὐτὸν δεῖ μεῖναι, 11καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ ⸀αὐτὸςὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13οὗτοι μίαν ⸂γνώμην ἔχουσιν, καὶτὴν δύναμιν ⸀καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετʼ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ ⸀γυμνήν καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι ⸂μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι ⸀τελεσθήσονταιοἱ λόγοι τοῦ θεοῦ. 18καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
Notes
*17:1
ὑδάτων WH Treg NA28 ] τῶν ὑδάτων τῶν RP
†17:3
γέμοντα WH NA28 ] γέμον τὰ Treg; γέμον RP
‡17:3
ἔχων WH NA28 ] ἔχον Treg RP
§17:4
καὶ WH Treg NA28 ] – RP
*17:4
χρυσίῳ WH NA28 RP ] χρυσῷ Treg
†17:6
καὶ WH Treg NA28 ] – RP
‡17:8
ὑπάγει WH NA28 ] ὑπάγειν Treg RP
§17:8
θαυμασθήσονται WH NA28 ] θαυμάσονται Treg RP
*17:8
τὸ ὄνομα WH Treg NA28 ] τὰ ὀνόματα RP
†17:8
τὸ θηρίον ὅτι ἦν WH Treg NA28 ] ὅτι ἦν τὸ θηρίον RP
‡17:9
ἑπτά εἰσιν WH Treg NA28 ] εἰσιν ἑπτὰ RP
§17:10
αὐτὸν δεῖ WH Treg NA28 ] δεῖ αὐτὸν RP
*17:11
αὐτὸς WH NA28 RP ] οὗτος Treg
†17:13
γνώμην ἔχουσιν WH Treg NA28 ] ἔχουσιν γνώμην RP
‡17:13
καὶ WH Treg NA28 ] + τὴν RP
§17:16
γυμνήν WH Treg NA28 ] + ποιήσουσιν αὐτήν RP
*17:17
μίαν γνώμην WH Treg NA28 ] γνώμην μίαν RP
†17:17
τελεσθήσονται WH Treg NA28 ] τελεσθῶσιν RP
ὑδάτων WH Treg NA28 ] τῶν ὑδάτων τῶν RP
γέμοντα WH NA28 ] γέμον τὰ Treg; γέμον RP
ἔχων WH NA28 ] ἔχον Treg RP
καὶ WH Treg NA28 ] – RP
χρυσίῳ WH NA28 RP ] χρυσῷ Treg
καὶ WH Treg NA28 ] – RP
ὑπάγει WH NA28 ] ὑπάγειν Treg RP
θαυμασθήσονται WH NA28 ] θαυμάσονται Treg RP
τὸ ὄνομα WH Treg NA28 ] τὰ ὀνόματα RP
τὸ θηρίον ὅτι ἦν WH Treg NA28 ] ὅτι ἦν τὸ θηρίον RP
ἑπτά εἰσιν WH Treg NA28 ] εἰσιν ἑπτὰ RP
αὐτὸν δεῖ WH Treg NA28 ] δεῖ αὐτὸν RP
αὐτὸς WH NA28 RP ] οὗτος Treg
γνώμην ἔχουσιν WH Treg NA28 ] ἔχουσιν γνώμην RP
καὶ WH Treg NA28 ] + τὴν RP
γυμνήν WH Treg NA28 ] + ποιήσουσιν αὐτήν RP
μίαν γνώμην WH Treg NA28 ] γνώμην μίαν RP
τελεσθήσονται WH Treg NA28 ] τελεσθῶσιν RP