5
1Πρεσβυτέρους ⸆ ⸋τοὺς⸌ ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸋ἐπισκοποῦντες⸌ μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως· ⸆ μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· 3μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. 4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ⸋ὑποτασσόμενοι,⸌ τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει ⸂περὶ⸃ ὑμῶν.
8Νήψατε, γρηγορήσατε· ⸆ ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, ⸂περιπατεῖ⸃ ζητῶν ⸂2τίνα καταπίῃ·⸃ 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸆ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ⸂ὑμᾶς⸃ εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸂2χριστῷ Ἰησοῦ,⸃ ὀλίγον παθόντας αὐτὸς ⸂3καταρτίσαι ὑμᾶς· στηρίξει, σθενώσει, θεμελιώσει.⸃ 11Αὐτῷ ⸋ἡ δόξα καὶ⸌ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸋2τῶν αἰώνων.⸌ Ἀμήν.
12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν ⸂ἑστήκατε.⸃ 13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου. 14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸂χριστῷ Ἰησοῦ.⸃ ⸋Ἀμήν.⸌
Notes
*5:1
⸆ – RP f 35 TR NA28 ¦ οὖν TNT2 WH NA25+27 NIV SBL
*5:1
⸋ τοὺς RP f 35 TR NA28 ¦ – TNT2 WH NA25+27 NIV SBL
*5:2
⸋ ἐπισκοποῦντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*5:2
⸆ – RP f 35 TR WH ¦ κατὰ θεόν TNT2 NA NIV SBL
*5:5
⸋ ὑποτασσόμενοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*5:7
⸂ περὶ RP TR TNT2 WH NA NIV SBL ¦ ὑπερ f 35
*5:8
⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὅτι f 35 TR
*5:8
⸂ περιπατεῖ RP TR TNT2 WH NA NIV SBL ¦ περιέρχεται f 35
*5:8
⸂2 τίνα καταπίῃ RP TR ¦ τίνα καταπιεῖν f 35 NA NIV SBL ¦ καταπιεῖν TNT2 WH
*5:9
⸆ – RP f 35 TR NA28 ¦ τῷ TNT2 WH NA25+27 NIV SBL
*5:10
⸂ ὑμᾶς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμᾶς TR
*5:10
⸂2 χριστῷ Ἰησοῦ RP f 35 TR TNT2 NA27 ¦ χριστῷ WH NA25+28 NIV SBL
*5:10
⸂3 καταρτίσαι ὑμᾶς· στηρίξει, σθενώσει, θεμελιώσει RP ¦ καταρτίσαι ὑμᾶς· στηρίξαι, σθενώσαι, θεμελιώσαι f 35 TR ¦ καταρτίσει, στηρίξει, σθενώσει TNT2 WH ¦ καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει NA NIV SBL
*5:11
⸋ ἡ δόξα καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*5:11
⸋2 τῶν αἰώνων RP f 35 TR TNT2 NA25 NIV SBL ¦ – WH NA27+28
*5:12
⸂ ἑστήκατε RP f 35 TR ¦ στῆτε TNT2 WH NA NIV SBL
*5:14
⸂ χριστῷ Ἰησοῦ RP f 35 TR ¦ χριστῷ TNT2 WH NA NIV SBL
*5:14
⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL