1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, 2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, ⸂μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς⸃ ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα ⸂2τοῦ χριστοῦ·⸃ 3μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ⸂ἁμαρτίας,⸃ ὁ υἱὸς τῆς ἀπωλείας, 4ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ ⸋ὡς θεὸν⸌ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός. 5Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; 6Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ⸂ἑαυτοῦ⸃ καιρῷ. 7Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, 8καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ⸂ὁ κύριος⸃ ⸂2ἀναλώσει⸃ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· 9οὗ ἐστὶν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους, 10καὶ ἐν πάσῃ ἀπάτῃ ⸋τῆς⸌ ἀδικίας ⸋2ἐν⸌ τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. 11Καὶ διὰ τοῦτο ⸂πέμψει⸃ αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· 12ἵνα κριθῶσιν ⸂πάντες⸃ οἱ μὴ πιστεύσαντες ⸂2τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.⸃
13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ θεὸς ⸂ἀπ᾽ ἀρχῆς⸃ εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας· 14εἰς ὃ ⸆ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. 15Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.
16Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός, ⸂καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν⸃ ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ⸋ὑμᾶς⸌ ἐν παντὶ ⸉λόγῳ καὶ ἔργῳ⸊ ἀγαθῷ.

Notes


*2:2 ⸂ μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς RP f 35 TR ¦ μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς TNT2 WH NA NIV SBL Ead

*2:2 ⸂2 τοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL Ead

*2:3 ⸂ ἁμαρτίας RP f 35 TR Ead ¦ ἀνομίας TNT2 WH NA NIV SBL

*2:4 ⸋ ὡς θεὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:6 ⸂ ἑαυτοῦ RP f 35 TR NA27+28 NIV SBL Ead ¦ αὐτοῦ TNT2 WH NA25

*2:8 ⸂ ὁ κύριος RP f 35 TR ¦ ὁ κύριος Ἰησοῦς TNT2 WH NA NIV SBL Ead

*2:8 ⸂2 ἀναλώσει RP f 35 TR ¦ ἀνελεῖ TNT2 WH NA NIV SBL Ead

*2:10 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:10 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:11 ⸂ πέμψει RP f 35 TR ¦ πέμπει TNT2 WH NA NIV SBL Ead

*2:12 ⸂ πάντες RP f 35 TR WH NA NIV SBL ¦ ἅπαντες TNT2 Ead

*2:12 ⸂2 τῇ ἀληθείᾳ … ἐν τῇ ἀδικίᾳ RP f 35 TR ¦ τῇ ἀληθείᾳ … τῇ ἀδικίᾳ TNT2 WH NA NIV SBL

*2:13 ⸂ ἀπ᾽ ἀρχῆς RP f 35 TR TNT2 WH NIV73 Ead ¦ ἀπαρχὴν NA NIV11 SBL

*2:14 ⸆ – RP f 35 TR TNT2 WH NIV11 SBL Ead ¦ καὶ NA NIV73

*2:16 ⸂ καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν RP f 35 TR ¦ καὶ θεὸς ὁ πατὴρ ἡμῶν TNT2 SBL ¦ καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν WH NA NIV Ead

*2:17 ⸋ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:17 ⸉ λόγῳ καὶ ἔργῳ RP f 35 TR ¦ ἔργῳ καὶ λόγῳ TNT2 WH NA NIV SBL Ead