3
1Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. 2Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. 3Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ. 4Ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ⸂ἡμῶν,⸃ τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5Νεκρώσατε οὖν τὰ μέλη ⸋ὑμῶν⸌ τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, 6δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸋ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·⸌ 7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν ⸂αὐτοῖς.⸃ 8Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· 11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ ⸋τὰ⸌ πάντα καὶ ἐν πᾶσιν χριστός.
12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα ⸂οἰκτιρμοῦ,⸃ χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· 13ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ⸂ὁ χριστὸς⸃ ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· 14ἐπὶ πᾶσιν δὲ τούτοις ⸂τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος⸃ τῆς τελειότητος. 15Καὶ ἡ εἰρήνη ⸂τοῦ θεοῦ⸃ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16Ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ⸂ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς,⸃ ἐν ⸆ χάριτι ᾄδοντες ἐν ⸂2τῇ καρδίᾳ⸃ ὑμῶν ⸂3τῷ κυρίῳ.⸃ 17Καὶ πᾶν ὅ τι ⸂ἂν⸃ ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ ⸋καὶ⸌ πατρὶ δι᾽ αὐτοῦ.
18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ⸋ἰδίοις⸌ ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γάρ ⸉ἐστιν εὐάρεστον⸊ ⸋ἐν⸌ ⸆ κυρίῳ. 21Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸂ὀφθαλμοδουλίαις⸃ ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι ⸂2τὸν θεόν·⸃ 23 ⸋καὶ⸌ ⸂πᾶν ὅ τι⸃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 24εἰδότες ὅτι ⸂ἀπὸ κυρίου λήψεσθε⸃ τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ ⸋γὰρ⸌ κυρίῳ χριστῷ δουλεύετε. 25Ὁ ⸂δὲ⸃ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία.
Notes
*3:4
⸂ ἡμῶν RP f 35 TR WH NA25 ¦ ὑμῶν TNT2 NA27+28 NIV SBL Ead
*3:5
⸋ ὑμῶν RP f 35 TR NIV73 Ead ¦ – TNT2 WH NA NIV11 SBL
*3:6
⸋ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP f 35 TR NA27+28 SBL Ead ¦ – TNT2 WH NA25 NIV
*3:7
⸂ αὐτοῖς RP f 35 TR ¦ τούτοις TNT2 WH NA NIV SBL Ead
*3:11
⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead ¦ – WH NA25
*3:12
⸂ οἰκτιρμοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ οἰκτιρμῶν TR
*3:13
⸂ ὁ χριστὸς RP f 35 TR Ead ¦ ὁ κύριος TNT2 WH NA NIV SBL
*3:14
⸂ τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος RP f 35 ¦ τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος TR ¦ τὴν ἀγάπην, ὅ ἐστὶν σύνδεσμος TNT2 WH NA NIV SBL ¦ τὴν ἀγάπην, ὅ ἐστὶ σύνδεσμος Ead
*3:15
⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ TNT2 WH NA NIV SBL Ead
*3:16
⸂ ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς RP f 35 TR ¦ ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς TNT2 WH NA NIV SBL Ead
*3:16
⸆ – RP f 35 TR WH SBL ¦ τῇ TNT2 NA NIV Ead
*3:16
⸂2 τῇ καρδίᾳ RP f 35 TR ¦ ταῖς καρδίαις TNT2 WH NA NIV SBL Ead
*3:16
⸂3 τῷ κυρίῳ RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL Ead
*3:17
⸂ ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL
*3:17
⸋ καὶ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL
*3:18
⸋ ἰδίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*3:20
⸉ ἐστιν εὐάρεστον RP f 35 TR ¦ εὐάρεστόν ἐστιν TNT2 WH NA NIV SBL Ead
*3:20
⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR
*3:20
⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR
*3:22
⸂ ὀφθαλμοδουλίαις RP TNT2 WH NA25 SBL ¦ ὀφθαλμοδουλείαις f 35 TR ¦ ὀφθαλμοδουλίᾳ NA27+28 NIV ¦ ὀφθαλμοδουλείᾳ Ead
*3:22
⸂2 τὸν θεόν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL Ead
*3:23
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*3:23
⸂ πᾶν ὅ τι RP f 35 TR ¦ ὅ TNT2 WH NA NIV SBL Ead
*3:24
⸂ ἀπὸ κυρίου λήψεσθε RP f 35 ¦ ἀπὸ κυρίου ἀπολήψεσθε TR Ead ¦ ἀπὸ κυρίου ἀπολήμψεσθε TNT2 WH NA NIV SBL
*3:24
⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*3:25
⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead